Ancient Greek
ΙΕʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 5-4
Not analysed yet
Εἰ δὲ λέγοιτο ἐπὶ τὸν Ἰακὼβ βασιλεύσειν, μὴ τὸ Ἰουδαίων ἔθνος νόμιζε διὰ τοῦ Ἰακὼβ δηλοῦσθαι. Ὁ γοῦν ταῦτα ἱστορῶν Λουκᾶς ὁ εὐαγγελιστὴς, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν τὴν τοῦ Γαβριὴλ φωνὴν οἰκείᾳ παραδοὺς γραφῇ, σαφῶς ἠπίστατο τὸν Ἰησοῦν οὐκ ἐπὶ τὸ Ἰουδαίων ἔθνος τὸν Σωτῆρα βεβασιλευκότα, οὐδὲ εἰς τοὺς αἰῶνας αὐτὸν ἄρξαντα, ὧν γε καὶ τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ τὴν εἰς θάνατον ἐπιβουλὴν ἀκριβῶς ἱστορεῖ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὰς κατὰ τῶν τοῦ Ἰησοῦ μαθητῶν ἐπαναστάσεις αὐτῶν· οὐκ ἂν οὖν ἐπ' αὐτοὺς βασιλεύσειν τὸν Χριστὸν τὴν φωνὴν τοῦ Γαβριὴλ νομίσας εἰρηκέναι, ὡς ἀληθῆ αὐτὴν παρελάμβανεν, εἰ μὴ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιούμενος, οἶκον Ἰακὼβ ἡγήσατο κατὰ διάνοιαν δηλοῦσθαι· ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος σαφέστατα, παρίστη λέγων· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.»