Ancient Greek
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-2
Not analysed yet
Τὸ δεύτερον τῶν ὑπὸ σοῦ προταθέντων τοῦτο ἦν· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ κατάγει τὴν γενεαλογίαν, ὁ δὲ Λουκᾶς τὴν ἐναντίαν τούτου βαδίσας, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσὴφ, ἀνάγει δὲ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· δέον, εἴγε σύμφωνα καὶ συνῳδὰ ἀλλήλοις ἔγραφον, ἢ τὸν Λουκᾶν ἀνιόντα μέχρι τοῦ Ἀβραὰμ στῆναι, ἢ τὸν Ματθαῖον μὴ ἀπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἀπὸ τοῦ Ἀδὰμ, εἰς ὃν κατέληξεν ὁ Λουκᾶς, ἀπάρξασθαι τῆς γενεαλογίας. —Ῥᾳδία δὲ καὶ τούτων ἡ λύσις, καὶ οὐδὲ πολλῆς κατασκευῆς δεομένη, μίαν ἀμφοτέροις ὁδὸν πορευθεῖσιν· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις ἐγκειμένης, τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι, τρίβου· τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν· οὗτος δὲ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, καὶ τῶν θείων συνήθης Γραφῶν· αὐτίκα γοῦν ἐν μὲν τῇ βίβλῳ τῆς Ῥοὺθ Δαβὶδ ἄνωθεν ἀπὸ τοῦ Ἰούδα γενεαλογεῖται διὰ τούτων· «Καὶ αὗται αἱ γενέσεις Φαρὲς (ὁ δὲ ἦν Ἰούδα τοῦ ἀρχιφύλου παῖς)· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ· καὶ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαβίδ.» Τοῦτον δ' οὖν αὐτὸν τέθειται καὶ ὁ Ματθαῖος τὸν τρόπον.