Ancient Greek
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 2-2
Not analysed yet
Ἡ δέ γε πρώτη τῶν Βασιλειῶν ἑξῆς διαδεξαμένη τῆς Ῥοὺθ τὴν γραφὴν, ἀπὸ τῶν κάτωθεν ἄνεισιν, ὥσπερ οὖν πεποίηκεν ὁ Λουκᾶς· τὸν γοῦν πατέρα τοῦ Σαμουὴλ τὸν Ἑλκανᾶ γενεαλογοῦσα ὧδέ φησι· «Καὶ ἐγένετο ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σουφεὶρ ἐξ ὄρους Ἐφραΐμ· καὶ ὄνομα αὐτῷ Ἑλκανᾶ, υἱὸς Ἱερεμιὴλ, υἱοῦ Ἐλίου, υἱοῦ Θοοῦ, υἱοῦ Σοῦρ, Ἐφραταῖος.» Ἀλλὰ καὶ ἐν τοῖς Παραλειπομένοις ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τοὺς δευτέρους καθεξῆς πρόεισιν ὁ λόγος, τῇ τοῦ Ματθαίου γραφῇ παραπλησίως, ποτὲ δὲ ἐμφερῶς τῷ Λουκᾷ γενεαλογεῖ· ἄκουσον γοῦν καὶ τῶνδε· «Δαβὶδ, φησὶν, ἦν υἱὸς Σολομῶν, υἱὸς Σολομῶν Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ·» καὶ οὕτω καθεξῆς κάτεισι μέχρι τοῦ Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ὡς ὁ Ματθαῖος. Ὡς δὲ ὁ Λουκᾶς, ἡ αὐτὴ πάλιν ἄνεισι Γραφὴ τὸν Σαμουὴλ γενεαλογοῦσα· φησὶ γοῦν· «Σαμουὴλ υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἡλιὴλ, υἱοῦ Θοοῦ, υἱοῦ Σοὺρ, υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρίου, υἱοῦ Σοφονίου, υἱοῦ Θαὰρ, υἱοῦ Ἀσεὶρ, υἱοῦ Ἀβιάσαρ, υἱοῦ Κορὲ, υἱοῦ Ἰσσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, υἱοῦ Ἰσραήλ·» καὶ ὅρα εἰ μὴ ἄντικρυς τὸν ὅμοιον τούτοις μεμίμηται τρόπον ὁ Λουκᾶς· μυρία δ' ἂν καὶ αὐτὸς εὕροις τοιαῦτα· ἀφ' ὧν λείπεται ὁμολογεῖν, μηδὲν ξενίζον πεποιηκέναι τοὺς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς· οὐκ ὀρθῶς γὰρ οἴεταί τις αὐτοὺς διαφωνεῖν· ἑκάτερος γὰρ οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος διὰ τὴν οἰκονομίαν τοῦ παρ' αὐτῷ λόγου, ὃν οὐ καιρὸς νῦν ἑρμηνεύειν· ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας, διὰ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον ἀναβιβάζει.