Ancient Greek
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-4
Not analysed yet
Οἱ μὲν οὖν ἤτοι τὴν εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες, δοξολογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν εἰπόντες ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερατικῶν ὡς οἷόν τε καὶ τῶν βασιλικῶν· ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα· ὅτι Χριστὸς ἀΐδιος μὲν ἀρχιερεὺς Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, βασιλεὺς δ' ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις τὸ τοῦ Δαβίδ ἐστι γένος ἡ τοῦ Ἰούδα φυλὴ βασιλική· εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ' ὅμως καὶ Σολομῶν ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐ δεῖνες τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῗται· μάτην ἄρα πέπλασται τὸ ἐψευσμένον· μὴ δὴ κρατοίη τοιοῦτος λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ Θεοῦ πατέρων ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ.