Ancient Greek
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 5-2
Not analysed yet
Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ, οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι' ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ἐκ τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένης· ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ' αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ' ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ πατέρα, μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ.