Ancient Greek
Ζʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 3-3
Not analysed yet
Προστίθησι δὲ καὶ ἀπὸ τίνος μητρὸς, λέγων ἐκ τῆς Θάμαρ, παρακαλῶν ἐπισκέψασθαι τὴν περὶ τούτων ἱστορίαν· γράφει γοῦν ὁ Μωϋσῆς ἐν τῇ Γενέσει λέγων· «Ἐγένετο δὲ ἡνίκα ἔτικτε Θάμαρ, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς· ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος προεξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπεν· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ' ᾧ ἐπὶ τῇ χειρὶ αὐτοῦ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ.» Ὁρᾷς ὁπόσα τῶν εἰρημένων ἡ γένεσις περιέχει; ὧν ἕνεκα ἡγοῦμαι μὴ παρασεσιωπῆσθαι τὰ παρὰ τῷ θαυμασίῳ εὐαγγελιστῇ τὰ ἐν τούτοις αἰνίγματα· φησὶν οὖν ὁ ἱερὸς Ἀπόστολος διερμηνεύων τὰ περὶ τοῦ φραγμοῦ (τάχα που περὶ οὗ εἴρηται, τί διεκόπη διὰ σὲ φραγμὸς) ὧδέ πως ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ποιήσας τὰ ἀμφότερα ἔν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀπαλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ.»