Ancient Greek
Ζʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 4-3
Not analysed yet
Τούτοις οὖν τὴν διάνοιαν ἐπιστήσας, θέα μήποτε ἡ τῶν δυοῖν τῶν εἰρημένων μία γένεσις, ἥ τε τοῦ Φαρὲς δι' ὃν διεκόπη φραγμὸς, καὶ ἡ τοῦ πρώτου μὲν τὴν χεῖρα προβάλλοντος, δευτέρου δὲ προελθόντος, αἰνίττεται δύο βίων τρόπους τῶν ἠξιωμένων τῆς παρὰ τῷ Θεῷ γεννήσεως· ὧν ὁ μὲν κατὰ τὸ Εὐαγγέλιον, ὁ δὲ κατὰ τὸν Μωϋσέως ὑπέστη νόμον· ἀλλὰ γὰρ τούτων πρῶτος μὲν τὴν χεῖρα προβέβλητο ὁ κατὰ τὸ Εὐαγγέλιον· οὐ μὴν καὶ πρῶτος πρόεισιν εἰς φῶς· ὑποστείλας δὲ τὴν χεῖρα, τῷ κατὰ Μωϋσῆ δευτέρῳ ἰόντι προελθεῖν ἐπιτρέπει πρώτῳ· εἶθ' οὕτως αὐτὸς πρῶτος ὢν, ὕστατος ἔξεισι, μετὰ τοῦ περὶ τὴν χεῖρα συμβόλου τοῦ πρῶτον αὐτὸν συνιστῶντος· ἦν δ' ὁ τῶν πρὸ Μωϋσέως θεοφιλῶν ἀνδρῶν βίος ὁ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καθ' ὃν διαπρέψαι μνημονεύονται οἱ ἀμφὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Μελχισεδέκ τε καὶ Ἰὼβ, καὶ πολὺ τούτων πρότεροι οἱ ἀμφὶ Νῶε καὶ Σὴμ, καὶ Ἰάφεθ, Ἐνώχ τε καὶ ὅσοι ἄλλοι τούτοις γεγόνασι παραπλήσιοι· δίκαιοι γοῦν οἵδε πάντες, καὶ εὐσεβεῖς καὶ θεοφιλεῖς· εἰ καί τινες ἕτεροι μαρτυρηθέντες, τῆς μὲν κατὰ Μωϋσέα νομοθεσίας πάμπαν ὑπῆρχον ἀλλότριοι· προλαβόντες δὲ τὸν κατὰ Μωϋσέα τρόπον, ἡμῖν ὁμοίως τῇ κατὰ τὸ Εὐαγγέλιον φιλοσοφίᾳ διέλαμψαν.