Ancient Greek · ~2 min
Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Not analysed yet
Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται.