Ancient Greek · ~18 min
Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν..1
Not analysed yet
Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ' ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι' αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ' αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ' ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ' ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι· Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρ χόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι' ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φωτιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος. Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας. Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες. Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς. Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ' ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι' αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου (παρελεύσεται γὰρ τὰ πρῶτα ἵν' ἐπιστῇ τὰ δεύτερα), ἀκόλουθον ἦν καὶ τῶν κατ' οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι. Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφορούντων.