Ancient Greek · ~6 min
Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ.
Not analysed yet
Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι' ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος.