Ancient Greek · ~6 min
Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, κ. τ. λ.
Not analysed yet
Ποῖα ταῦτα γινόμενα ἀλλ' ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους, κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανάτου καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος.