Ancient Greek · ~2 min
Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη.
Not analysed yet
Ποία γενεὰ ἀλλ' ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γέ νηται. Διαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι.