Ancient Greek · ~10 min
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ.
Not analysed yet
Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί. Ἀλλ' ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι' ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· ᾟ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ' οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ' οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ. Σφόδρα δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ' οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ' ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται.