Ancient Greek · ~2 min
Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν
Not analysed yet
Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης, δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ' οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολεμούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ' ὃ ἀποδοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀνθρώπων γενεᾶς.