Ancient Greek · ~2 min
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ.
Not analysed yet
Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παραδόντες.