Ancient Greek · ~5 min
Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Not analysed yet
Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διάκειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ' ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν.