Ancient Greek · ~7 min
Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ.
Not analysed yet
Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς. Καὶ ἐπὶ τῶν ὑφ' ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ' ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.