Ancient Greek · ~22 min
Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ..1
Not analysed yet
Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ' ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδασκαλίαν· παρῄνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν. Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγχάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐσία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τροφή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ' ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ Δημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνατήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ' ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος ἀποδεικτικὸς συλλογισμός. Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Εἰ γὰρ τούτοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ' ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ' ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδείγματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπετῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ' οὐδ' ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ' ἀλληλοφαγεῖ. Διὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πετεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγματος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαίδευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησαμένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομένην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐτραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερμολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα· ἀλλ' ὅμως οὐδὲ τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλογισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ' ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ' ἐλάχιστον δύνασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ' εἰ μηδεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ' οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ' ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐτοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῇν καὶ μακροβίους εἶναι, ζησόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνήσαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου. Καὶ ταῦτα μὲν περὶ τροφῆς διετάττετο· ὡσαύτως δὲ καὶ περὶ ἐνδύματος παρῄνει λέγων· Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδοκᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθήσεσθαι· εἰ γάρ τίς ἐστι φιλότιμος παρ' ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ σοφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμήμασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδενὸς τρυφηλοῦ βασιλέως, μηδ' αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περίβλημα κτήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αἰσθητῶν ἐπὶ τοῦ παρόντος βίου προνοήσει; —Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν, μόνης δὲ τῆς βασιλείας μεταποιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία μηδ' ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγγελμένων ἔσται· μόνοις δὲ ταῦτ' ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν.