Ancient Greek · ~5 min
Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ.
Not analysed yet
Διεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ' ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδασκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν καιρὸν τῆς συντελείας ὑπάρχειν. —Ἀλλ' ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν, μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ Δεσπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφεδρεύοντα. Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος. Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκπίπτουσιν εἰς ἀδόκητον κίνδυνον.