Ancient Greek · ~1 min
Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ.
Not analysed yet
Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.