Ancient Greek · ~2 min
Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις.
Not analysed yet
Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐτοῦ δυνάμει.