Ancient Greek · ~1 min
Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.
Not analysed yet
Τοιούτων ἔσται πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν Διαθήκην διέθετο διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς· ἵνα ἐσθίωσι καὶ πίωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ· ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῶς τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι· ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει.