Ancient Greek · ~2 min
Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
Not analysed yet
Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα· οἱ δ' ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ' ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν.