Ancient Greek · ~4 min
Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ.
Not analysed yet
Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ' ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν.