Ancient Greek · ~3 min
Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ' αὐτοῦ πάντα.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ' αὐτοῦ πάντα.
Not analysed yet
Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρχοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τούτου παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλόφυλοι, παρὰ Ῥωμαίων τὴν κατ' αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥωμαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. Διὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακελευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε.