Ancient Greek
Section 13
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 13
Not analysed yet
Εὐσεβίου. Ὅτι δὲ ἔγκυος εὑρέθη ἡ Θεοτόκος, καὶ ὅτι οὐδενὶ ἑτέρῳ ἀλλ' ἢ τῷ Ἰωσὴφ, ὁ εὐαγγελιστὴς ἀπεφήνατο· ἐκ γὰρ Πνεύματος ἁγίου γέγονε, φησὶ, τὸ τοιοῦτον φανερόν· δικαίῳ γὰρ ὄντι τῷ Ἰωσὴφ οὐκ ἦν θαυμαστὸν γνωσθῆναι διὰ Πνεύματος ἁγίου, ἐξ οὗ καὶ ἡ κύησις γέγονεν.