Ancient Greek
Section 14
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 14
Not analysed yet
Εὐσεβίου. Ἐνέτυχον δὲ ἑρμηνείᾳ ἀνεπιγράφῳ λεγούσῃ, ὅτι οἱ μέν φασι συγγενίδα τὴν Ἐλισάβετ τῆς Παρθένου παρὰ τοῦ ἀγγέλου ὠνομάσθαι, οὐχ ὡς ἐκ τῆς αὐτῆς φυλῆς, ἀλλὰ διὰ τὸ ἐκ τῶν αὐτῶν προγόνων, καὶ τοῦ αὐτοῦ κοινῶς τῶν Ἰουδαίων γένους ἀμφοτέρας ὡρμῆσθαι· ὡς ὁ Ἀπόστολος, «Ἐβουλόμην, λέγων, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.» Πολλοὶ δὲ καὶ τῶν δοκίμων λέγουσιν ἀληθῶς κατὰ συγγένειαν συνῆφθαι τὴν ἱερατικὴν φυλὴν τῇ βασιλικῇ καὶ ἄνω ἐπὶ Μωϋσέως. Ἡ γὰρ Ἐλισάβετ ἡ γυνὴ Ἀαρὼν ἀδελφὴ ὑπῆρχε Ναασσὼν υἱοῦ Ἀμιναδὰβ, ὃς ἀπὸ Ἰούδα τοῦ υἱοῦ Ἰακὼβ κατήγετο, ἀφ' οὗ τὸ βασίλειον γένος τοῖς Ἰουδαίοις· καὶ κάτω δὲ ὁμοίως Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου ἀπὸ τῆς Ἰούδα φυλῆς εἷλκε τὴν γένεσιν, θυγάτηρ χρηματίζουσα Ἰακὼβ τοῦ πατρὸς Ἰωσήφ· ἐκ γοῦν τῆς συγγενείας τούτου τοῦ Ναασσὼν ὁ Κύριος κατὰ σάρκα γεγένηται· οὐ μάτην οὖν τῆς βασιλικῆς φυλῆς τὴν ἐπιμιξίαν ὁ θεῖος προφήτης ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ Δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὡς βασιλεὺς καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας· ἢ ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, συγγενίδας καλεῖ.