Ancient Greek
Section 16
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 16
Not analysed yet
Περὶ τούτου ὁ Εὐσέβιος ἐν τῷ Εἰς τὸ κατὰ Ματθαῖον οὕτως· Φησὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα. Ἐγὼ δὲ, φησί τις, καὶ τὴν αἰτίαν ἐπυθόμην τὴν τὸν μακάριον Λουκᾶν ἀποκλίναι τῆς βασιλείου φρατρίας ὑπαγαγοῦσαν, τῷ μὴ τοὺς βασιλεῖς ἀπ' αὐτοῦ Σολομῶντος εἰδωλολατρείας καθαρεύειν, πλὴν ἐλαχίστων, ταύτῃ παραιτήσασθαι τὴν δι' αὐτῶν γενεαλογίαν.