Ancient Greek
Section 15
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 15
Not analysed yet
Προσηκόντως ἐζήτηται ἡ αἰτία δι' ἣν ἄνωθεν ὁ Ματθαῖος ἐποιήσατο τὴν τοῦ Χριστοῦ γενεαλογίαν, ὁ δέ γε Λουκᾶς κάτωθεν καὶ ἐξ ἐναντίας· καὶ ῥητέον, ὡς οὐκ ἄτοπον ἄνωθέν τε καὶ κάτωθεν τὴν αὐτὴν βαδίζειν ὁδόν· ἦν γὰρ καὶ τοῦτο πάλαι τῇ θείᾳ Γραφῇ σύνηθες· οὕτω γὰρ καὶ Δαβὶδ ἐν τῇ Ῥοὺθ ἄνωθεν γενεαλογεῖται, καθὼς καὶ παρὰ τῷ Ματθαίῳ ὁ Χριστός· καὶ ἐν τῇ τῶν Βασιλειῶν δὲ πρώτῃ βίβλῳ ὁ τοῦ Σαμουὴλ πατὴρ κάτωθεν γενεαλογεῖται, παραπλησίως τῷ Λουκᾷ.