Ancient Greek
Section 5
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 5
Not analysed yet
Τίς τοιγαροῦν ἐν τούτοις οὐκ ἂν ἀπορήσειεν; εἰ Ματθαῖος μὲν λόγου σύνταξιν ἐπιστημόνως φαίνεται πεποιημένος, κατὰ καιρόν τε χρησάμενος τῇ γενεαλογίᾳ, Λουκᾶς δὲ εἰς τοσοῦτον ἤλαυνεν ἀπορίας, ὡς ὅτε μὲν ἐχρῆν κατὰ χώραν τὴν γενεαλογίαν ἐντάξαι, τηνικαῦτα παραλιπεῖν αὐτὴν, ἱστορίαν τε τοσαύτην ἐκθέμενον τὴν ἀπὸ τῆς γενέσεως τοῦ Χριστοῦ μέχρι τριάκοντα ἐτῶν, μηδένα καιρὸν ἐπιτήδειον συνιδεῖν τῆς κατ' αὐτὸν γενεαλογίας· νῦν δὲ ὅτε τριακονταέτης γεγονὼς πάρεισιν ἐπὶ τὸ Ἰωάννου βάπτισμα, παρὰ πάντα λόγον καὶ παρὰ καιρὸν, ὥσπερ τινὰ παρενθήκην εἰσάγει τῆς γραφῆς τὴν γενεαλογίαν. Ἀλλ' εἴ τίς γε αὐτῷ τοιαῦτα ἐμέμψατο, οὐκ ἂν ἠπόρησεν ἀποκρίσεως ὁ θεῖος εὐαγγελιστής· εἶπε δ' ἂν ὡς εἰκὸς θεῖά τινα καὶ σοφὰ καὶ τοῦ ἐν αὐτῷ θείου Πνεύματος ἐπάξια. Ἐγὼ δὲ ἡγοῦμαι αὐτὸν καὶ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει, ὅτε ἐχρῆν ταύτην ἐκθέσθαι. Ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, Υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς ἀνθρώπων εἶναι νομίζοιτο δι' ἣν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῷ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γένεσιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας καθέστηκε. Διὸ ἡγοῦμαι αὐτὸν κατὰ καιρὸν καὶ τῇ γενεαλογίᾳ κεχρῆσθαι, καὶ τῇ προσθήκῃ τῆς ὡς ἐνομίζετο φωνῆς. Καὶ γὰρ ἀκόλουθον ἦν, τῆς ἐξ οὐρανῶν μαρτυρίας φησάσης πρὸς τὸν Ἰησοῦν, Σὺ ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν σοὶ εὐδόκησα, μηκέτι καὶ ἀνθρώπων ὁμοίως αὐτὸν ἀναγορεῦσαι υἱὸν, μετὰ δὲ τῆς ὡς ἐνομίζετο προσθήκης· Θεοῦ μὲν γὰρ ἀνεκηρύχθη υἱὸς εἶναι φύσει, ἀλλ' οὐχ ὡς ἐνομίζετο· τοῦ δὲ Ἰωσὴφ ἐνομίζετο, ἀλλ' οὐ φύσει υἱὸς ἦν.