Ancient Greek
Section 6
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 6
Not analysed yet
Ὧν οὕτως ἐχόντων, δοκῶ μοι καὶ οὕτως τὸν λογισμὸν ἀποδεδωκέναι, καθ' ὃν ὁ μὲν Ματθαῖος ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς, πρὸ τῆς συλλήψεως τῆς Μαρίας, καὶ πρὸ τῆς ἐνσάρκου γενέσεως τοῦ Ἰησοῦ, κατὰ καιρὸν ὡς ἐν ἱστορίᾳ προτάττει τὴν κατὰ σάρκα γενεαλογίαν· διὸ καὶ τὰ γένη κατάγει, κάθοδον ἀπὸ τῶν κρειττόνων αἰνιττόμενος τοῦ δηλουμένου· σαρκούμενος γὰρ ὁ Λόγος τοῦ Θεοῦ κατῄει, ὅτι δὴ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών· ὁ δὲ Λουκᾶς, εἰ μὲν ὁμοίως τῷ Ματθαίῳ τὴν ἔνσαρκον ἔμελλεν αὐτοῦ παρουσίαν δηλοῦν, πάντως ἂν ἐχρήσατο καὶ αὐτὸς τῇ τοῦ γένους ἱστορίᾳ, κατὰ τὸν τῆς συλλήψεως ἢ τῆς ἀποτέξεως καιρόν· καὶ ἀκολούθως ἀπὸ τῶν πρεσβυτέρων ἀρξάμενος, κατῄει ἐπὶ τοὺς τελευταίους· ἐπεὶ δὲ οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξέθετο τὴν διήγησιν, εἰκότως τὸν αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχὴν, ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος, ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, Υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων· οὕτω καὶ τῷ Ἀβραὰμ εἴρητο· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ τοὺς κατὰ σάρκα, τοὺς δὲ ἐν Θεῷ διὰ τὴν εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου τοῦ λόγου.