Ancient Greek
Section 7
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 7
Not analysed yet
Εἰκότως τοιγαροῦν ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ· οὔτ' οὖν τοῦ Σολομῶνος καὶ τῆς Οὐρίου. οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι' ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὲ καὶ ἐκ τοῦ προφήτου Νάθαν τὸν ἀναγεγεννημένον εἰσάγει. Καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ, ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένη. Ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ' αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ' ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ Πατέρα μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ· ἀλλ' οὗτος μὲν ἐν ἀποῤῥήτοις ἡμῖν ἀποδόσθω ὁ λόγος. Ἵνα δὲ μή τις ἡμᾶς εὑρεσιλογεῖν ὑπολάβοι, καὶ ἱστορίᾳ χρήσομαι παλαιοτάτῃ παρ' ἧς ἔστι τὴν λύσιν εὑρεῖν τῆς νενομισμένης παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς διαφωνίας. Τῆς δὲ ἱστορίας γέγονε συγγραφεὺς Ἀφρικανὸς, ἀνὴρ λόγιος καὶ τοῖς ἀπὸ τῆς ἔξωθεν παιδείας ὁρμωμένοις ἐπιφανής· οὗ πρὸς ἄλλοις πολλοῖς καὶ καλοῖς λόγοις, καὶ ἐπιστολὴ φέρεται πρὸς Ἀριστείδην περὶ τῆς νενομισμένης τῶν εὐαγγελιστῶν περὶ τὴν Χριστοῦ γενεαλογίαν διαφωνίας· ἔχει δ' οὕτως.