Ancient Greek · ~4 min
Book 2, Chapter 29
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.29.1
Not analysed yet
Ούδέποτε γὰρ ἂν ἀγνώμων περὶ τὴν ὀφειλομένην γενοί- μην χάριν· ταύτην ἀρίστην διακονίαν, τοῦτο κεχαρισμένον ἐμαυτῶ̣ δῶρον πιστεύσας, μέχρι καὶ τῶν ἑᾠων πρόειμι χωρίων, ἃ βαρυτέραις κατεχόμενα συμφοραῖς μείζονα καὶ τὴν παρ' ἡμῶν θεραπείαν ἐπεβοᾶτο. πάντως δὲ καὶ ψυχὴν οὔλην καὶ πᾶν ὅ τί περ ἀναπνέω, καὶ ὅλως εἴ τι τῆς διανοίας ἐνδοτάτω στρέφεται, τοῦτο τῷ μεγίστῳ θεῷ ὀφείλεσθαι παρ' ἡμῶν ὅλον ἀσφαλῶς πεπίστευκα. οἶδα μὲν οὗν ἀκριβῶς, ὡς οὐδὲν τῆς παρ' ἀνθρώπων εὐνοίας χρῄζοιεν ἂν οἱ τὴν οὐράνιον ὀρθῶς μεταόιώξαντες ἐλπίδα καὶ ταύτην ἐξαίρετόν τε καὶ ἀσφαλῶς ἐπὶ τῶν θείων καθιδρυσάμενοι τόπων τοσούτῳ τε τιμῶν ἀπολαύοντες μειζόνων, ὅσῳ περ σφᾶς αὐτοὺς τῶν γηίνων ἐλαττωμάτων τε καὶ δεινῶν ἐχώρισαν. τὰς ἀνάγκας δὲ ὅμως τὰς πρὸς καιρὸν ἐπενεχθείσας αὐτοῖς καὶ τὰς οὐ προσηκούσας βασάνους ἀπὸ τῶν οὐδὲν αἰτίων οὐδὲ ὑπευθύνων ὡς πορρωτάτω ἀνείργειν ἡμᾶς οἰμαι προσήκειν· ἢ γένοιτ' ἂν τὸ ἀτοπώτατον, ὑπὸ μὲν τοῖς διῶξαι τοὺς προθυμηθεῖσιν τῆς περὶ τὸ θεῖον ἕνεκα θεραπείας τὸ καρτερικὸν καὶ στερρὸν τῆς Ψυχῆς αὐτῶν ἱκανῶς διαγνωσθῆναι, ὑπὸ δὲ τῷ θεράποντι τοῦ θεοῦ μὴ οὐκ εἰς λαμπρότερον καὶ μακαριστότερον σχῆμα τὴν δόξαν αὐτῶν ἀρθῆναι. “