Ancient Greek · ~13 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.106.1
Not analysed yet
γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται. εἰ δὲ μὴ δώσουσιν, ἐγὼ ποιήσω τάδε». χωλεύει γὰρ ἡ σύνταξις καὶ μένουσα ἐκκρεμὴς οὐκ ἀπήρτισται. λείπει γὰρ τὸ ἐφησυχάσω ἢ παύσομαι ἢ τοιοῦτόν τι, ἵνα λέγῃ, ὅτι ἐὰν δώσουσιν, ἡσυχάσω· ἐλλέλειπται δὲ ἀρχαϊκῶς διὰ τὸ πάνυ δῆλον καὶ αὐτόθεν φανερόν. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν δώσουσι γέρας οἱ Ἀχαιοί, ὡς ἔσται ἀντάξιον, πάντως ἂν ἐφησυχάσῃ ὁ βασιλεύς. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα σχήματα ἐλλείψεως παρὰ τοῖς παλαιοῖς, ὡς παρὰ τῷ Κωμικῷ «ἐὰν μὲν ἀποφήνω πάντων αἰτίαν ἐμέ, εἰ δὲ μή, ποιεῖτε ὅπερ ἂν δοκῇ ὑμῖν». καὶ Μένανδρος ὁ κωμικός «εἰ μὲν δή τινα πόρον ἔχεις, εἰ δὲ μή, νενόηκ' ἐγώ». καὶ Πλάτων ὁ κωμικός «εἰ μέν σοι τὴν θάλασσαν ἀποδώσει ἑκών, εἰ δὲ μή, ταῦτα πάντα συντριαινῶν ἀπολέσω». καὶ Σοφοκλῆς «εἰ μέν τις οὖν ἔξεισιν, εἰ δὲ μή, λέγε». κεῖται δὲ ὅμοιον σχῆμα καὶ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ἐν τοῖς τοῦ Ἡφαίστου λόγοις. οἱ μέντοι καθιστῶντες τὸ σχῆμα εἰς τὸ ἔσται καὶ οὕτω ποιοῦντες αὐτὸ ἀνελλιπές, εὐσύντακτον μὲν ποιοῦσι τὴν ἑρμηνείαν, ἀχρειοῦσι δὲ τὴν Ὁμηρικὴν ἀρετὴν καὶ τὴν τοῦ θυμουμένου ἀπαλείφουσιν ἔμφασιν καὶ οὐδὲ σπουδαῖόν τι λέγουσι. φασὶ γὰρ ὅτι ἀλλ' εἰ μὲν δώσουσί μοι γέρας οἱ Ἀχαιοί, ὥς ἐστιν ἀντάξιον, ἔσται τουτέστιν εὖ ἕξει τὸ πρᾶγμα· καὶ οὐδὲ οἴδασιν ὅτι διὰ ἐλλείψεως πάλιν καὶ ταύτης ψυχρᾶς ἰῶνται τὴν ἔλλειψιν. πάντως γὰρ καὶ ἐν τῷ ἔσται λείπει τὸ ἀγαθόν ἢ δίκαιον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι ἔσται δίκαιον ἢ ἀγαθόν. καλλίων δὲ δή που τοῦ τοιούτου ἐλλειπτικοῦ σχήματος ἡ Ὁμηρικὴ ἔλλειψις. (v. 136) Τηρητέον δὲ ὅτι τὸ ἀντάξιον οὐ μάτην ὁ βασιλεὺς προσέθετο. ἀλλ' εἰς ἀφορμὴν πάλιν ἔριδος, ἵνα κἂν τυχὸν γέρας αὐτῷ θέλωσιν οἱ Ἕλληνες δοῦναι, ἔχῃ αὐτὸς πάλιν καὶ οὕτω κατὰ τοῦ Ἀχιλλέως θυμοῦσθαι προβαλλόμενος μὴ εἶναι τὸ γέρας ἀντάξιον. ὅμοιον δέ τι ὁ αὐτὸς βασιλεὺς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ ποιήσει, ὅπου τιμὴν ἀποδοῦναι τοὺς Τρῶας θέλει, ἥντινα ἔοικεν, ὡς ἂν καὶ ἐκεῖ ἔχῃ πολέμου λαβὰς καὶ ἐς ὕστερον. Τὸ δέ «ἄρσαντες κατὰ θυμόν» ἀρχή ἐστι καὶ ἀφορμὴ τῆς τοῦ θυμήρους συνθέσεως. πάντως γάρ, ὅπερ τις ἄρσει κατὰ θυμόν, ὅ ἐστιν ἁρμόσει ἢ ἀρέσει, θυμῆρες ἐκεῖνό ἐστι. φασὶ δὲ οἱ παλαιοί, ὅτι Ἀρίσταρχος μὲν δασύνει τὸ ἄρσαντες, λέγων ἐξ αὐτοῦ γενέσθαι τὸ ἅρμα, Ἡρωδιανὸς δὲ ψιλοῖ, ὡς ἀπὸ τοῦ ἄρω, ἄρσω Αἰολικοῦ. [Σημείωσαι δὲ ὡς πολλαχοῦ καινοῖς χαίρων σχήμασιν ὁ ποιητὴς οὐ μόνον προσεχῶς, ὡς ἐρρέθη, ἐκαινοφώνησεν, ἀλλὰ καὶ πρὸ τούτων ἐν τῷ «μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον» καὶ ἑξῆς. λείπει γὰρ ἐκεῖ τὸ δέδοικα ἢ ὅρα, μή σοι οὐ χρησιμεύσῃ τὰ τοῦ θεοῦ. (v. 137) Ὅτι τὸ «εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι» εἴποι ἂν ὁ αὐτάρκης ὢν ἑαυτῷ, κἂν μὴ ἔχοι τοὺς ὑπακούοντας.] Ὅτι καὶ ἡ παροιμία φησίν, ὡς «αἱ δεύτεραί πως φροντίδες σοφώτεραι» καὶ ὁ ποιητὴς δὲ πολλαχοῦ τοῦτο αὐτοῖς ἔργοις ὑποδηλοῖ, ἐν οἷς τὰς δευτέρας συμβουλὰς κρεῖττον ἤπερ τὰς προϋπαρξάσας μελετᾷ πραγματικῶς. οὕτω γοῦν ἐνταῦθα καὶ ὁ βασιλεὺς τὰ μὲν πρῶτα οὐ μόνον τῷ Ἀχιλλεῖ, ἀλλὰ καὶ τοῖς μηδὲν αἰτίοις συναπειλεῖται, ὡς προείρηται, τῷ τε Ὀδυσσεῖ καὶ τῷ