Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.107
Not analysed yet
Αἴαντι, ἑνὸς τῶν τριῶν γέρας εἰπὼν ἀφαιρήσεσθαι· εἶτα μεταγνοὺς ὡς οὐ καλῶς ἀπειλησάμενος ταῦτα μὲν μεταφράσεσθαι λέγει καὶ ὕστερον, τελευτῶν δὲ εἰς μόνον ἀποτείνει τὸν Ἀχιλλέα τὰ τῆς ἀπειλῆς. καὶ Ἀχιλλεὺς δὲ ἐν τοῖς ἑξῆς «δευτέρων ἀμεινόνων ἔτυχε» κατὰ τὴν παροιμίαν. βουλευσάμενος γὰρ ἀναστῆναι καὶ φονεῦσαι ὕστερον παύεται καὶ ὀνειδίσαι μόνον σκέπτεται καὶ οὐκέτι λέγει ὡς ἰδίαις ὑπεροπλίαις ἑαυτὸν ὁ βασιλεὺς ὀλέσει, ὅπερ οὐ γέγονεν, ἀλλ' ὅτι τοῦ Ἀχιλλέως ποθὴ ἔσται τοῖς Ἕλλησιν, ὅπερ ἀληθῶς γέγονεν ὕστερον. Ἰστέον δὲ καὶ ὅτι διὰ λύπην Ἀχιλλέως ὁ Ἀγαμέμνων τὴν ῥηθεῖσαν ἐνεστήσατο ἀπειλὴν κατά τε Ὀδυσσέως καὶ Αἴαντος. λυπεῖ γὰρ πάντως τὸν ἥρωα τὸ συνατιμᾶσθαι αὐτῷ τοὺς φιλτάτους. ὅτι δὲ φίλτατοι αὐτῷ Ἑλλήνων Αἴας τε καὶ Ὀδυσσεύς, ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ φανήσεται καὶ ἐν τῇ βῆτα δέ, εἴπερ ὁ Θερσίτης ἔχθιστος ἦν Ἀχιλλῆϊ μάλιστα καὶ Ὀδυσσεῖ. φαίνεται γὰρ ὅτι Ὀδυσσεὺς καὶ Ἀχιλλεὺς φίλοι ὄντες ἀλλήλοις τὸν αὐτὸν ἐμίσουν ἐχθρόν. Ὅρα δὲ ὅτι ἡμεῖς μὲν τῇ μεταφράσει ἐπὶ ἄλλου σημαινομένου χρώμεθα, Ὅμηρος δὲ μεταφράζεσθαί φησι τὸ μεταβουλεύεσθαι. (v. 139 s.) [Ἰστέον δὲ ὅτι τε τὸ «ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις» ὑστεροβουλίας ἐστὶ σκοπός, ὃ δὴ καὶ ἐπιφράζεσθαι καὶ ἐπιμηθεύεσθαι λέγεται. καὶ ὅτι ἀνωτέρω τούτου στίχος εἷς κεῖται δοκῶν κατὰ τὸν Λογγῖνον εἶναι παρένθετος. ἔστι δὲ ἐκεῖνος τὸ «ἄξω ἑλών». ἀρκεῖ τε γάρ, φησίν, εἰς τελείαν ἔννοιαν τὸ ἄνω αὐτοῦ κείμενον ἔπος καὶ τὸ ἐφεξῆς δὲ τοῦ «ἄξω ἑλών» «ὃ δὲ κεχολώσεται, ὃν ἂν ἵκωμαι» εἰς οὐδὲν δέον ἐκ περισσοῦ τέθειται. τίς γὰρ οὐκ οἶδεν ὡς λυπήσεται ὁ ἀδικηθείς;] (v. 141—3) Ὅτι τὸ «νῆα μέλαιναν ἐρύσομεν, ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην θείομεν» ὁμοιοκατάληκτα μὲν οἱ γραμματικοὶ διὰ τὰς μὲν συλλαβὰς λέγουσι τὰς ἐν τῷ τέλει, πάρισα δὲ οἱ ῥήτορες, [ὥσπερ αὖ πάλιν ἐπαναφορικὰ τὸ «ἐς δ' ἐρέτας, ἐς δ' ἑκατόμβην».] καὶ κάλλος αὐτὰ ποιεῖν λόγου φασίν. (v. 142) Ἰστέον δὲ καὶ ὅτι ἐπίτηδες μὲν προπαροξυτόνως φαμὲν τὸ ἐν ἔργῳ καὶ ἐπιτηδευτῶς καὶ ἐξ ἐπιτηδεύσεως οἷόν τινος· τὸ δὲ ἐπιτηδὲς τὸ ἐνταῦθα ὀξυτονούμενον ὄνομα οἱ παλαιοί φασιν εἶναι πληθυντικόν,