Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.108
Not analysed yet
οὗπερ εὐθεῖά ἐστιν ὁ ἐπιτηδής. ὥσπερ δέ που τὸ ἀκλεεῖς πληθυντικὸν παρ' Ὁμήρῳ ἀκλεὲς λέγεται ἐκβληθέντος τοῦ ι, οὕτω γέγονε καὶ τὸ ἐπιτηδές ἐκ τοῦ ἐπιτηδεῖς ἐκδραμόντος τοῦ ι διὰ χρείαν μετρικήν. [Ἔτι ἰστέον ὡς τὸ ἐρύσομεν, ἀγείρομεν, θείομεν, βήσομεν, εἰ καὶ συμβουλευτικά εἰσιν, ὅμως οὐ μεγεθύνουσι τὴν παραλήγουσαν. Ἴωνες γὰρ ἀδιαφοροῦσι περὶ τὰ τοιαῦτα, ὡς μυριαχοῦ φανήσεται.] (v. 143) Ὅτι τὴν παρειὰν παρηΐην ἐθέλει λέγειν ὁ ποιητὴς κατὰ διάλυσιν τῆς ει διφθόγγου καὶ παρήϊον τὸ τῶν ἵππων παραγναθίδιον. καὶ τὴν καλλιπάρῃον διὰ τοῦ η γράφει, τὸ μὲν ε τῆς διφθόγγου τρέψας εἰς η, τὸ δὲ ι προσγεγράφθαι ἀφείς. [λέγει δ' ἐνταῦθα καλλιπάρῃον τὴν Χρυσηΐδα ὁ βασιλεὺς ἐχόμενος οἷον αὐτῆς τῷ λογισμῷ καὶ δεικνὺς ὡς, εἰ καὶ στερεῖται αὐτῆς, ὅμως ἀναμιμνῄσκει οἷον ἀπόλλυσι καλόν.] (v. 144) Ὅτι βουληφόροι παρὰ τῷ ποιητῇ, οὓς νῦν τῆς συγκλήτου φαμέν. ἰστέον γὰρ ὅτι ἡ μὲν ἀγορὰ παντὸς ἦν τοῦ δήμου κοινὴ καὶ κηρύγματι ἐξακούστῳ ἠθροίζοντο, ἡ δὲ βουλὴ τῶν ἐκκρίτων μόνων συγκαλουμένων ἰδίᾳ καὶ οὐ μετὰ τοῦ πλήθους. [Ὅτι Ὁμήρου ἀρχὸν εἰπόντος ἐπὶ νηός, οἱ μεθ' Ὅμηρον συνθέντες ναύαρχον τὸν τοιοῦτόν φασιν. εἴη δ' ἂν τοιοῦτος ὁ καὶ κόμης παρὰ τοῖς ὕστερον. εἰ δὲ καὶ βουληφόρος ἐστὶν ὁ αὐτός, μεῖζον τὸ ἀξίωμα καὶ οἷον πάνυ κοσμεῖν τὸν ἐπὶ πρεσβείᾳ στελλόμενον.] Ὅτι ἐν μὲν τῇ ἀπειλῇ πρῶτον ἔταξε τὸν Ἀχιλλέα ὁ βασιλεὺς εἰπών «ἢ τὸ σὸν ἀφέλωμαι γέρας ἢ Αἴαντος ἢ Ὀδυσσέως», ἐν δὲ τῷ τῆς τιμῆς λόγῳ ὕστερον τάττει τὸν Ἀχιλλέα μετὰ καί τινος σκώμματος εἰπὼν ὅτι «ἀρχὸς ἔστω τῆς εἰς τὸν Ἀπόλλωνα νηὸς βουληφόρος, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ, Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν». (v. 145) Ἰστέον δὲ ὅτι ἐν τῷ εἰπεῖν «δῖος Ὀδυσσεύς» καὶ τιμῆσαι τὸν ἄνδρα τῷ ἐπιθέτῳ ἐνέφηνεν, ὅτι ὁ Ὀδυσσεὺς ἔσται ναύαρχος· καὶ ὅτι, ὥσπερ τὸ Ἀχιλλεύς ποτὲ μέν, ὡς προείρηται, διπλασιάζει τὸ τῆς ληγούσης κατάρχον σύμφωνον ἤγουν τὸ λ, ποτὲ δὲ μονάζον ἔχει αὐτό, οὕτω καὶ τὸ Ὀδυσσεύς ἀνωτέρω μὲν ἐν τῷ «ἢ Ὀδυσῆος» δι' ἑνὸς σ ἐξήνεκται, ἐνταῦθα δὲ διὰ δύο σ. καὶ δοκεῖ τὸ μὲν ἓν σ εἶναι ἀπὸ μέλλοντος τοῦ ὀδύσω, ὃ δηλοῖ τὸ ὀργίσομαι, τὰ δὲ δύο ἀπὸ ἐνεστῶτος τοῦ ὀδύσσω, τὸ ὀργίζομαι. Ὅτι δὲ τὸ Ὀδυσσεύς παρά τισι μὲν δασύνεται παρὰ τὴν ὁδόν, ὑπό τινων δὲ ψιλοῦται, ὅπερ καὶ μάλιστα Ὁμηρικόν ἐστιν, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται, ὅπου καὶ τὸν Ὀδυσσέα ὁ ποιητὴς ἐτυμολογεῖ. (v. 146) Τὸ δ' ἐκπαγλότατε ἐκ τοῦ ἐξεπλάγη δευτέρου ἀορίστου γενόμενον ὤφειλεν ἐκπλαγώτατε εἶναι διὰ τοῦ ω μεγάλου. ἐπεὶ δὲ ἡ τοιαύτη γραφὴ ἀσυντελὴς ἦν δακτυλικῷ μέτρῳ, γέγονε μετάθεσις τοῦ λ ἐπὶ τὰ ἔμπροσθεν, ὡς ἂν οὕτω σμικρυνθέντος τοῦ ο διὰ τὴν πρὸ αὐτοῦ μακρὰν συλλαβὴν