Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.109
Not analysed yet
γένηται ἡ λέξις εἰς δάκτυλον χρήσιμος. Σημείωσαι δὲ ὅτι τὸ ἐκπαγλότατε δόξειε μὲν ἂν μέτριόν τι σκῶμμα εἶναι καί πως ὅμοιον ὡς ἐν εἰρωνείᾳ τῷ θαυμάσιε, ὃν δηλαδὴ ἐκπλαγείς τις θαυμάσεται, ἔχει δὲ πολύ τι βαρύτητος. διὸ καὶ εἰς θυμὸν ἐκμαίνει τὸν Ἀχιλλέα. γίνεται γὰρ ἡ λέξις ἐκ τοῦ πλήσσω, ἀφ' οὗ καὶ ὁ ἔμπληκτος καὶ ὁ παραπλὴξ καὶ τὸ ἐμπλήγδην ἐπίρρημα ἐν Ὀδυσσείᾳ καὶ ὁ ἀπόπληκτος. ἔχει δέ τι σφοδρότητος καὶ τὸ σχῆμα, ἡ ἀποστροφή. ἀπὸ γὰρ εὐθειῶν τοῦ Αἴας ἢ Ἰδομενεύς ἢ Ὀδυσσεύς τραχέως ἀπέστρεψε τὸν λόγον ἐν τῷ «ἢ σύ, Πηλείδη ἐκπαγλότατε», ἵνα μὴ καὶ λάθῃ ἡ ὕβρις. (v. 147) [Ὅτι εὐχῆς ὁ σκοπὸς ἱλασμός ἐστιν, ὡς δηλοῖ καὶ τὸ «ὄφρα ἱλάσσεαι ἱερὰ ῥέξας».] (v. 148) Ὅτι τὸ «ὑπόδρα ἰδών» ἀντὶ τοῦ δραστικόν καὶ δριμύ, ὡς ἀπὸ τοῦ δρῶ, τὸ πράττω· μάλιστα δέ, ὡς ὀρθῶς δοκεῖ τοῖς παλαιοῖς, ἀντὶ τοῦ ὑποβλεπτικῶς παρὰ τὴν ὑπο πρόθεσιν καὶ τὸ δρῶ, τὸ βλέπω, καὶ οἱονεὶ διορῶ, ἐξ οὗ φασι καὶ τὸ δέρκω παράγωγον· ὅθεν καὶ τὸ δραθάνειν, ὅ ἐστι κοιμᾶσθαι, οἱονεὶ ἡ τοῦ βλέπειν ἀπόθεσις· καὶ δραπέτης ὁ οἷον ἐκπετασθεὶς τοῦ ὁρᾶν καὶ μὴ βλεπόμενος διὰ τὸ φυγεῖν. ἐκ τοίνυν τοῦ τοιούτου δρῶ ῥήματος τὸ ὑπόδρα, ὡς τῆς ὄψεως μὴ κατὰ φύσιν ἐχούσης τοῖς ὀργιζομένοις, ἀλλά πως παρατιθεμένης καὶ ὑποβαλλομένης· ὅθεν καὶ βλοσυρὸς λέγεται ὁ τὸ βλέμμα ὑποσύρων, ὁποῖόν τι καὶ οἱ φύσει τὰς ὄψεις διεστραμμένοι πάσχουσι· πλὴν οὗτοι μὲν ὑποβλέπειν λέγονται καὶ ὑπόδρα βλέπειν· ἐκεῖνοι δὲ παραβλέπειν, ὅθεν καὶ παραβλῶπες ὀνομάζονται. Ἰστέον δὲ ὅτι δοκεῖ ἀπὸ τοῦ ῥηθέντος δρῶ γίνεσθαι καὶ τὸ ἀθρῶ, ἵνα ᾖ ἀδρῶ τὸ ἄγαν ὁρῶ καὶ κατὰ συγγένειαν τοῦ δ πρὸς τὸ θ ἀθρῶ, καθὰ καὶ ἐκ τοῦ μήδω γίνεται ὁ προμηθὴς καὶ ἐκ τοῦ οὐδενός τὸ ἐξουθενῶ καὶ ἄλλα δέ τινα ὁμοίως, ὡς ἀλλαχοῦ ῥηθήσεται. (v. 149) Ὅτι εἰς ἀναίδειαν ὁ Ἀχιλλεὺς ἐπισκώπτων τὸν Ἀγαμέμνονα λέγει· «ὤ μοι ἀναιδείην ἐπιειμένε». τοῦτο δὲ λέγει διὰ τὸ τὸν Ἀγαμέμνονα ἐν ἐπηκόῳ πάντων δόξαι ἀσχημονῆσαι ὑπερτιθέντα τῆς κουριδίης γυναικὸς τὴν αἰχμάλωτον Χρυσηΐδα καὶ διὰ τὸ τολμῆσαι καὶ αὐτοῦ καταναιδεύσασθαι δι' ἀπειλῆς. τὸ δέ «ἀναιδείην ἐπιειμένε» ἀντὶ τοῦ προφανῆ ἔχων ἀναίδειαν καθά τι περίβλημα ἢ ἐνδεδυμένε αὐτὴν οἷά τι ὅπλον κατὰ τὸ «ὅπλα εἱμένοι» καὶ «ἐπιειμένος ἀλκήν». καλεῖ δὲ αὐτὸν καὶ κερδαλεόφρονα, ὥσπερ καὶ φθάσας φιλοκτεανώτατον ἔσκωψεν αὐτόν. δοκεῖ δὲ τοῖς παλαιοῖς φύσει ὁ φιλοχρήματος καὶ ἀναιδὴς εἶναι. [Δῆλον δὲ ὡς κερδα-