Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.110
Not analysed yet
λεόφρων ἐστὶ καὶ ὁ ὕπουλος δίκην κερδοῦς, ὅ ἐστιν ἀλώπεκος τῆς δολίας, ἢ ὁ τὰ πρὸς κέρδος ἤτοι δόλον φρονῶν.] (v. 151) Ὅτι δύο οἶδεν ἐνταῦθα τρόπους πολέμου ὁ ποιητὴς ἢ ὁδὸν ἐλθεῖν ἢ ἀνδράσιν ἶφι μάχεσθαι. ἔστι δὲ ὁδὸν μὲν ἐλθεῖν τὸ τοὺς ἀριστεῖς εἰς λόχον ἀπελθεῖν, ὡς δοκεῖ τοῖς παλαιοῖς, οἳ καὶ ἀπὸ Δημοσθένους φέρουσι χρῆσιν εἰπόντος ἐν τῷ κατὰ Ἀριστοκράτους τὸ «ἐν ὁδῷ καθελών» ἀντὶ τοῦ ἐν λόχῳ. Ἶφι δὲ μάχεσθαι τὸ κοινῶς μετὰ τοῦ λαοῦ ἐξ ἀντιπαρατάξεως φανερᾶς, ὅπερ καὶ ἔστι κυρίως ἶφι πολεμεῖν, ὡς τοῦ λόχου δόλῳ καὶ οὐ τοσοῦτον ἰσχύϊ εὐοδουμένου. διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ὀνειδίζων σαφέστερον λέγει τῷ βασιλεῖ, ὅτι «οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι, οὔτε εἰς λόχον ἐλθεῖν σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ», ὡς οἷα τλησικάρδιος. δύναται δὲ καὶ ἄλλως ὁδὸς πλατικώτερον λέγεσθαι πρὸς διαστολὴν ἀντιπροσώπου παρατάξεως καὶ τὸ ἐπὶ λείᾳ ἀπελθεῖν που καὶ τὸ ἐπὶ κατασκοπεύσει λαοῦ ἢ τείχους ἀναμετρήσει. εἰ δὲ καὶ αὐτὰ τρόπον τινὰ λόχος ἐστίν, ἀλλὰ τὸ εἰς ὁδὸν ἐλθεῖν ἤγουν πρεσβείαν οὐκέτι λόχος ἐστίν. ἔοικε δὲ εἰς πάντα ὁ Ἀχιλλεὺς εὐδοκιμεῖν· ἐν μὲν ὁδῷ οἷα πολέμαρχος καὶ πολλὰς μὲν πόλεις, πολλὰς δὲ νήσους παραστησάμενος· ἐν δὲ τῷ ἶφι μάχεσθαι οἷα τὴν Τροίαν γενναίως πολιορκῶν. Τὸ δὲ ἐλθεῖν ἐλθὲν λεγόμενον Δωρικῶς, ἐὰν προσλάβῃ πρὸ τοῦ νῦ τὴν με συλλαβήν, ὡς προείρηται, ἐλθέμεν λέγεται, ὡς καὶ χολωσέμεν καὶ λεγέμεν καὶ ὅσα τοιαῦτα, προστεθείσης δὲ ἐν τῷ τέλει τῆς αι διφθόγγου ἐλθέμεναι γίνεται καὶ λεγέμεναι. καί εἰσι καὶ ἄλλα τοιαῦτα παρὰ πολλοῖς ποιητικὰ ῥήματα πάμπολλα. οὐ μόνον δὲ ἐν τοῖς τοιούτοις πλεονάζει ἡ με συλλαβή, ἀλλὰ καὶ ἐν τοῖς εἰς ναι λήγουσιν ἀπαρεμφάτοις πρὸ τῆς ληγούσης τίθεται· οἷον ποιηθῆναι ποιηθήμεναι, θωρηχθῆναι θωρηχθήμεναι καὶ ἕτερα μυρία τοιαῦτα. τὸ μέντοι θεῖναι καὶ δοῦναι καὶ εἶναι οὐχ' ἁπλῶς πρὸ τῆς ληγούσης δέχονται τὴν με συλλαβήν, ἀλλὰ ἀποβολῇ τῶν ὑποτακτικῶν φωνηέντων ἤγουν τοῦ υ καὶ τοῦ ι· θέμεναι γὰρ καὶ ἔμμεναι λέγομεν, ἀλλὰ καὶ δόμεναι, ὡς καὶ ὁ ποιητὴς πρὸ μικροῦ εἶπεν «ἀποδόμεναι ἑλικώπιδα κούρην». ταῦτα δὲ καὶ τὴν τελευταίαν δίφθογγον ἀποβάλλουσι καὶ γίνονται θέμεν καὶ ἔμεν καὶ δόμεν. (v. 152) Ὅτι αἰχμηταὶ μὲν ἁπλῶς οἱ στρατιῶται· καὶ καλοῦνται οὕτως ἀπὸ ἑνὸς μέρους τῶν ὅπλων ἤτοι τῆς αἰχμῆς, ὥσπερ καὶ ἀπὸ κνημίδων εὐκνήμιδες οἱ [καθόλου εἰπεῖν εὔοπλοι] καὶ ἀπὸ θώρακος θωρηκταὶ καὶ ἀπὸ ἀσπίδων ἀσπιδιῶται καὶ ἀσπισταὶ καὶ ἀπὸ κόρυθος ἤγουν περικεφαλαίας κορυθάϊκες καὶ κορυθαιόλοι καὶ κορυσταί, προστεθέντων δὲ καὶ τῶν ἵππων ἱπποκορυσταί, καὶ ἀπὸ δοράτων δορίκλυτοι. ὁπλῖται μέντοι μεθ' Ὅμηρον ἀπὸ γενικοῦ ὀνόματος τῶν ὅπλων