Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.12
Not analysed yet
τοὺς πολιορκοῦντας καὶ εἰς τοὺς ὑπ' Ἀχιλλεῖ πολεμάρχῳ ληϊζομένους, ὅπου τε νῆσοι καὶ ὅπου χερσαῖαι πόλεις. μετὰ δὲ μυρία τὰ ἐν μέσῳ ἅλωσις καὶ τῶν ὑποπλακίων Θηβῶν καὶ αἰχμαλωσία Χρυσηΐδος, ἐφ' ᾗ πρεσβεία Χρύσου καὶ παρόρασις, ἣν ἔπαθε, καὶ χόλος Φοίβου καὶ λοιμὸς καὶ μῆνις Ἀχιλλέως. ὁ δὲ ποιητὴς τὰ φθάσαντα παραδραμὼν ἐκ ταύτης ἤρξατο. καὶ διῆλθε μὲν καὶ αὐτὴν καὶ τὰ κατ' αὐτήν, οὐκ ἀφῆκε δὲ ὅμως οὐδὲ τὰ πρὸ ταύτης, ἀλλὰ καὶ ἐκεῖνα καὶ ἄλλα μυρία τῶν παλαιοτέρων παρενέθετο ἐνσπείρας ὧδε καὶ ἐκεῖ, ὅπῃ παρήκοι, ὡς αὐτὸς ἐνόει καλὸν εἶναι. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλὰ καὶ τῶν ἐφεξῆς τῆς μήνιδος τῇ Ἰλιάδι ἐπελευστικώτερον παρενέβαλεν, οἷον τὸν τοῦ Ἀχιλλέως θάνατον, τὴν τῆς Τροίας ἅλωσιν, ὅτι ὁ Αἰνείας ἄρξει ποτὲ τῶν Τρώων καὶ ἄλλα τοιαῦτα. ὥστε εἴ τις εἴποι, τὸν Ὅμηρον μὴ αὐτὸ τοῦτο ἐκ τῶν τελευταίων ἄρξασθαι, ἀλλὰ μᾶλλον ἐκ τῆς τῶν ἔργων ἀκμῆς, παρεισκυκλῆσαι δὲ καὶ τὰ τοῦ φθάσαντος χρόνου δεξιώτατα καὶ τὰ τοῦ μέλλοντος, ὑγιῶς ἂν εἴποι εἴς τε τὴν Ἰλιάδα καὶ εἰς τὴν Ὀδύσσειαν ἀπιδών, ἐν αἷς καὶ ἀμφοτέραις τῇ αὐτῇ μεθόδῳ ἐχρήσατο. τοῦτο δὲ καὶ ἄλλοι μέν, ὡς εἴρηται, τῶν παλαιῶν ἀπονάμενοι Ὁμήρου ἐμιμήσαντο, μάλιστα δὲ Εὐριπίδης, ὃς καὶ αὐτὸς φανερῶς ἐκ τοῦ μέσου τῶν δραματικῶν ἀρχόμενος ὑποθέσεων, εἶτα καὶ τὰ φθάσαντα παρεισάγει καὶ τὰ μέλλοντα δὲ ὕστερον εὐφυέστατα παρενείρει τῷ λόγῳ, στοχαστικῶς ἐκεῖνα ἐκ τοῦ εἰκότος ἢ καὶ μαντικῶς σχηματίζων, ὅπερ καὶ ἐν ταῖς ἠθοποιΐαις γίνεται, ἵνα μηδενὸς μέρους τῆς προκειμένης ἱστορίας ἢ ἁπλῶς ὑποθέσεως ἀνήκοος εἴη ὁ θεατής τε καὶ ἀκροατής. Ὅτι δὲ οἶδεν ὁ ποιητὴς καὶ τὴν κατὰ φύσιν ἀφήγησιν ἤτοι τὴν ἀπὸ τῶν πρώτων ἀρχομένην διὰ σαφήνειαν καὶ προϊοῦσαν ἐπὶ τὰ ἐφεξῆς δειχθήσεται πολλαχοῦ. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι σχῆμα εὐκρινείας καὶ σαφηνείας παρὰ τοῖς παλαιοῖς ἡ προέκθεσις, προδιδάσκουσα κεφαλαιωδῶς καὶ προεκτιθεμένη τὸν τοῦ ἐφεξῆς λόγου σκοπόν. ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ Ὅμηρος λέγων, ὅτι ἐκ τῆς τοῦ Ἀχιλλέως ἀρξάμενος μήνιδος ἀφηγήσεται τὰ ἐν αὐτῇ συμβεβηκότα κακὰ οὐ μόνον τοῖς Ἀχαιοῖς, εἰ καὶ τούτοις ἐπὶ πλέον, ἀλλ' ὡς εἰκὸς καὶ τοῖς Τρωσίν. οὐ γὰρ ἦν αὐτοὺς καθ' Ἑλλήνων εὐδοκιμοῦντας μὴ καὶ ἀντιπάσχειν τὰ κατὰ νόμον πολέμου. Διὰ τί δὲ ἀπὸ τῆς τοῦ Ἀχιλλέως ἤρξατο μήνιδος, εἴρηται. Ὁ δὲ σχηματισμὸς τῆς προεκθέσεως ταύτης κατὰ τοιαύτην προάγεται μέθοδον. προκαλεῖται ὁ ποιητὴς Μοῦσαν, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται σαφέστερον καὶ πλατύτερον, ὥστε εἰπεῖν τήν τε τοῦ