Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.111
Not analysed yet
ἐκλήθησαν, ὥσπερ καὶ ὁπλότεροι οἱ νέοι καὶ ὑπέροπλοι οἱ αὐθάδεις. [Κεῖται δ' ἐνταῦθα καὶ τὸ ἤλυθον ἐντελές, οἷον «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον», οὗ συγκεκομμένον τὸ ἦλθον κατὰ τὸ «ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας». οὕτω καὶ ἁπλοῦν μὲν τὸ ἀλεγεινόν, συγκέκοπται δὲ τὸ ἀλγεινόν, ὡς καὶ τὸ ἄλγος.] (v. 153) Ὅτι αἴτιος παρ' Ὁμήρῳ λέγεται ὁ αἰτιατέος καὶ ὑπὸ μέμψιν καὶ αἰτίασιν κείμενος καὶ ἀπολύτως λαμβάνεται, οἷον «οὔ τί μοι αἴτιοί εἰσιν οἱ Τρῶες» καὶ «οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν». οἱ δὲ μεθ' Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. (v. 153 s.) Ἰστέον δὲ ὡς ὁ μὴ βλαβῆναι λέγων ὑπό τινων καλῶς ἂν ἐρεῖ, ὅτι «οὔ τί μοι αἴτιοί εἰσιν· οὐ γάρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους». ἐνταῦθα δὲ δηλοῖ ὁ ποιητής, ὅτι πολέμου ἀφορμὴ τοῖς παλαιοῖς ὡς ἐπὶ πολὺ τὸ βοῦς ἢ ἵππους ἀπελάσαι ποθὲν ἢ καρπὸν γῆς ἐπιδραμόντας δηλήσασθαι ἤγουν βλάψαι, οὗ χρῆσίς ἐστι καὶ παρὰ Ἡροδότῳ· δηλέοντο γάρ φησιν ἀντὶ τοῦ ἔβλαπτον. ἐκεῖθεν δὲ καὶ τὸ δηλητήριον. Σημείωσαι δὲ ὅτι ἡ διάφορος σημασία τῶν ῥημάτων διαφόρους πολλάκις συζυγίας ποιεῖ. δηλῶ μὲν γὰρ δηλώσω τὸ φανερὸν ποιήσω· δηλῶ δὲ δηλήσω τὸ βλάψω. οὕτω καὶ νοῶ νοήσω τὸ εἰς νοῦν λήψομαι· νοώσω δὲ τὸ ἐμβαλῶ νοῦν. καὶ πολεμήσω μὲν τὸ μαχήσομαι· πολεμώσω δὲ τὸ κινήσω ἕτερον εἰς μάχην. καὶ σταθμῆσαι μὲν τὸ ζυγοστατῆσαι· σταθμώσασθαι δὲ παρὰ Ἡροδότῳ τὸ στοχάσασθαι. καὶ κηλήσω μὲν τὸ θέλξω, ἐξ οὗ ὁ ἐν Ὀδυσσείᾳ κηληθμός· κηλώσω δὲ ῥῆμα οὐ σεμνόν, ἐξ οὗ κηλωστὰ τὰ πορνεῖα παρὰ Λυκόφρονι. καὶ βοήσω μὲν τὸ τρανῶς φωνήσω· βοώσω δὲ τὸ μεταμορφώσω εἰς βοῦν. [καὶ τὸ σκηνῶ δὲ σκηνώσω, ἐξ οὗ σκήνωμα, καὶ τὸ σκηνῶ σκηνήσω, ἀφ' οὗ οἱ Σκηνῆται, διαφορὰν ἔχουσι φανεράν. ὁμοίως καὶ τὸ ζηλῶ ζηλώσω τὸ πρωτότυπον τοῦ ζηλωτοῦ καὶ τὸ ζηλῶ ζηλήσω τὸ τοῦ ζηλήμονος, ὃ ἐν Ὀδυσσείᾳ κεῖται. καὶ τὸ κυκλῶ κυκλώσω καὶ κυκλήσω. καὶ ῥῶ ῥήσω, ὅθεν τὸ ῥῆμα· καὶ ῥῶ ῥώσω, ἀφ' οὗ ἡ ῥῶσις. εἰ δὲ καὶ τὸ φηλῶ φηλήσω καὶ φηλώσω, ὡς τὸ «φηλώσας πρόμον» παρὰ Λυκόφρονι, οἴδασι διαφοράν, χρὴ ζητῆσαι. γίνεται δὲ τὸ δηλῶ ἤγουν βλάπτω, ὅθεν καὶ ὁ δαλός. ὡς γὰρ ἐκ τοῦ πρήθω, τὸ καίω, μεταθέσει τοῦ ρ καὶ τροπῇ τοῦ