Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.119
Not analysed yet
τὸ «ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί». τοῦτο δὲ τὸ σχῆμα οἱ παλαιοὶ μετατύπωσιν καλοῦσι λέγοντες ὅτι ἐκ συνθήκης ἁπλοῦν γέγονεν ἤγουν μετετυπώθη ἀπὸ συνθέτου λέξεως εἰς ἁπλῆν. καὶ καινὸν οὐδέν, ἐὰν αἱ προθέσεις αὗται ὑπαρκτικοῦ ῥήματος λείποντος λαμβάνωνται ἀντ' αὐτοῦ. ἐν πολλοῖς γὰρ ἡ τῶν ὑπαρκτικῶν ῥημάτων ἐλλέλειπται σύνταξις. ἐκεῖνο δὲ καινότερον, ἐὰν ἡ ἀνὰ πρόθεσις ἀναβιβασθέντος τοῦ τόνου λαμβάνηται ἀντὶ ῥήματος τοῦ ἀνάστηθι, ὡς τὸ «ἀλλ' ἄνα ἐξ ἑδράνων». ἔτι δὲ καινὸν καὶ ἐὰν ἡ ἀντὶ πρόθεσις αὐτὴ καθ' ἑαυτὴν ποιῇ καὶ ῥῆμα τὸ ἀντιάαν ἤγουν ἀντικρὺ γίνεσθαι, ὥσπερ καὶ τὸ ἀντιόων, [ὅτι δὲ καὶ ὄνομα τὸ ἀντίος, ὅθεν καὶ ὁ ἐναντίος καὶ τὸ ἐναντιῶ ῥῆμα. οὕτω δὲ καὶ ἐκ τῆς περὶ προθέσεως ὁ Πέριμος, κύριον, φανεῖται γενόμενος καὶ ἐκ τῆς ἀμφὶ ὁ Ἄμφιος καὶ τῆς ὑπὸ Ὕπιος, ποταμὸς Παφλαγονικός. οὐ μὴν ἀναντιρρήτως καὶ ἐκ τῆς ἀνὰ ὁ Ἄνιος. ἐκεῖνος γὰρ ἐκ τῆς ἀνίας παρῆκται κατά τινας.] Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι, ὥσπερ προθέσεις τινὲς ἀντὶ ῥημάτων λειπόντων λαμβάνονται, οὕτω κατά τινα ἀνταπόδοσιν καὶ ῥήματα δεόμενα προθέσεων ἐκφωνοῦνται μὲν δίχα ἐκείνων, ἑρμηνεύονται δὲ σὺν ἐκείνοις, ὡς τὸ «εἶμι Φθίηνδε» ἀντὶ τοῦ «ἄπειμι εἰς τὴν Φθίαν» καὶ «ἴθι, μή μ' ἐρέθιζε» ἀντὶ τοῦ «ἄπιθι». τὸ δὲ ἀνάπαλιν λέξεις μετὰ προθέσεων οὖσαι περισσὰς ἔχουσιν αὐτάς· ὡς τὸ «ἀπ' οὐρανόθεν» καὶ ἕτερα φανησόμενα πολλαχοῦ. (v. 175) Ὅτι καινός τίς ἐστι μεταπλασμὸς ὁ τῶν εὐθειῶν τῶν εἰς ης ἀρσενικῶν ὀνομάτων, ὅτε εἰς α μεταπλασθῶσι κατὰ τὴν λήγουσαν, οἷον ὅτε ὁ τοξότης τοξότα λέγεται καὶ ὁ ἱππότης ἱππότα καὶ ὁ αἰχμητὴς αἰχμητὰ καὶ ὁ κυανοχαίτης «κυανοχαῖτα Ποσειδάων» διὰ συνεσταλμένου τοῦ ἄλφα. καὶ ὁ ἠπύτης «ἠπύτα κῆρυξ» ἤγουν φωνητικὸς παρὰ τὸ ἠπύω, τὸ φωνῶ. οἱ μὲν γὰρ μεταπλασμοί, ὡς προεγράφη, ἀπὸ τελικοῦ γίνονται εἰς ὁμοιόπτωτον τελικόν, οἷον τὸ ἀλκῇ ἀπὸ τοῦ η εἰς ι μετεπλάσθη ἐν τῷ «ἀλκὶ πεποιθώς», ἅπερ εἰσὶ καὶ ἀμφότερα τελικὰ δοτικῆς. ὡσαύτως καὶ τὸ ὄσσω δυϊκόν, ὃ δηλοῖ τοὺς ὀφθαλμούς, μεταπλασθὲν ἐν τῷ ὄσσε εἰς συγγενὲς μετέπεσε τελικόν. καὶ γὰρ καὶ τὸ μεταπλασθὲν ω καὶ τὸ ε, εἰς ὃ μεταπέπλασται, τελικά εἰσι τῶν δυϊκῶν. ὁμοίως ἔπαθε καὶ τὸ ἐρυσάρματοι ἵπποι ἐν τῷ ἐρυσάρματες. καὶ ἡ οι γὰρ δίφθογγος καὶ ἡ ες δὲ συλλαβὴ εὐθείας πληθυντικῆς εἰσι τελικά. τὸ μέντοι ἱππότης ἱππότα καὶ τὰ ὅμοια ἀπὸ