Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.120
Not analysed yet
τῶν εἰς ης εὐθειῶν εἰς α μεταπεσόντα μεταπλασμὸν παράδοξον ἔπαθον. καὶ ἴσως οὐδὲ μεταπλασμὸν τὸ τοιοῦτον κλητέον. τὸ γὰρ α τοῦτο οὐκ εὐθείας ἑνικῆς ἀρσενικῆς ἐστι τελικὸν παρ' ἡμῖν, ἀλλὰ κλητικῆς τῆς ὦ ἱππότα καὶ ὦ τοξότα. ἔστι δὲ κατὰ τοὺς παλαιοὺς Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τύπος τοῦ σχηματισμοῦ. διὸ καί τινα ἐκ τῶν τοιούτων προπαροξύνονται, ὡς ἐνταῦθα τὸ «μητίετα Ζεύς» ἐκ τοῦ μητιέτης γενόμενον, ὃ δηλοῖ τὸν βουλευτικόν· μῆτις γὰρ ἡ βουλή· καὶ ἐκ τοῦ ἀκακήτης τὸ ἀκάκητα, ὁ εἰρηνικὸς καὶ μὴ κακοποιῶν. προπαροξυντικοὶ γάρ εἰσιν οἱ Αἰολεῖς ἐν πολλοῖς, ὡς δηλοῖ καὶ τὸ δύνατος παρ' αὐτοῖς προπαροξυνόμενον καὶ ἄλλα μυρία. σημείωσαι δὲ ὅτι ὁ μητίετα Ζεὺς καὶ μητιόεις λέγεται, ὃν ἑρμηνεύει Θεόκριτος ἐν τῷ «Διὸς μέγα βουλεύοντος». (v. 176) Ὅτι ἔχθιστον διοτρεφέων βασιλέων ἑαυτῷ τὸν Ἀχιλλέα ὁ Ἀγαμέμνων λέγει ῥητορικώτατα περιτρέπων τὸ τοῦ Ἀχιλλέως ἐγκώμιον εἰς ψόγον αὐτοῦ. ὁ μὲν γὰρ ὡς πολεμικὸν ἀνωτέρω συνέστησεν ἑαυτόν, ὁ δὲ ἔχθιστον αὐτὸν καλεῖ ἐξ αὐτοῦ τούτου ὁρμηθείς· «αἰεὶ γάρ τοι», φησίν, «ἔρις τε φίλη πόλεμοί τε μάχαι τε», οὐ ψέγων πάντως ὡς πολεμικόν—χρὴ γὰρ τοιοῦτον εἶναι—ἀλλ' ὡς φιλοπόλεμον καὶ ὡς φίλεριν καὶ μὴ καιρὸν εἰδότα μάχης, αἰεὶ δὲ τοιούτοις χαίροντα. ἢ καὶ ὡς ἐπὶ Κάλχαντος, οὕτω δὲ καὶ ἐνταῦθα τὸ τοῦ Ἀχιλλέως πλεονέκτημα εἰς ὄνειδος μεθιστῶν. οὕτω γὰρ δεινὸς περιτρέπειν ὁ ποιητὴς τὰ νοήματα. Διοτρεφεῖς δὲ τοὺς βασιλεῖς λέγει ὃν τρόπον καὶ διογενεῖς, ὡς τοῦ ἀστρολογουμένου Διὸς συμβαλλομένου τι εἰς αὐτοὺς κατὰ τοὺς ταῦτα δοξάζειν στέργοντας. διὸ καὶ Ἡσίοδος λέγει ὡς «ἐκ μὲν Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδοὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες». ἰστέον δὲ ὅτι τὸ μὲν διοτρεφής συστέλλει τὴν ἄρχουσαν ὡς ἀπὸ τῆς Διὸς γενικῆς, τὸ δὲ διογενής ἐκτείνει αὐτὴν ἀπὸ τοῦ δῖος ὁ ἔνδοξος. διογενὴς μὲν γὰρ ὁ δῖος τὸ γένος, διοτρεφὴς δὲ ὁ τραφεὶς ὑπὸ τοῦ Διός. [Δῆλον δὲ ὡς οὐ μόνον ἐκ τῆς Διὸς γενικῆς αἱ συνθέσεις γίνονται, ἀλλὰ καὶ ἀπὸ δοτικῆς, οἷον διϊπετὴς ποταμός· Διΐφιλος, ἐξ οὗ κατὰ κρᾶσιν Δίφιλος κύριον ὄνομα· Διϊτρέφης κύριον· διϊπετὲς Παλλάδιον.] (v. 177) Τὸ δέ «πόλεμοί τε μάχαι τε» ἢ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτὸ ἢ καὶ διαφορά τις ἔστι ταῖς λέξεσιν, εἴγε μάχεται μέν τις καὶ λόγοις, ὡς καὶ ἡ λογομαχία δηλοῖ· καὶ αὐτὸς δὲ ὁ ποιητὴς μετ' ὀλίγα φησί «μαχεσαμένω ἐπέεσσι», πολεμεῖν δὲ λόγοις οὐ λέγεται. καὶ ἄλλως δὲ μάχη μὲν αὐτὴ ἡ τῶν ἀνδρῶν συνεισβολὴ παρὰ τὸ αἷμα χέειν, ὁ δὲ πόλεμος καὶ ἐπὶ παρατάξεων καὶ μαχίμου καιροῦ λέγεται.