Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.13
Not analysed yet
Ἀχιλλέως μῆνιν τὴν ὀλεθρίαν, τὴν πολλοὺς καὶ ἀλγύνασαν καὶ θανατώσασαν καὶ τὴν αἰτίαν δὲ καὶ τὸν καιρὸν τῆς τοιαύτης μήνιδος. εἶτα οἱονεὶ τὴν Μοῦσαν εὑρὼν ὑπακούουσαν εἰς ἀφήγησιν τοῦ ζητηθέντος αὐτὸς μὲν τοῦ λοιποῦ δῆθεν σιωπᾷ στήσας τὸν ἑαυτοῦ λόγον ἢ εἰς τὸ «Ἀτρείδης ἄναξ ἀνδρῶν», ὥς τινες εἶπον, ἢ μάλιστα εἰς τὸ «τίς δὴ αὐτοὺς θεὸς ἔριδι ξυνέηκε μάχεσθαι;» τὸ δὲ ἐντεῦθεν ἡ Μοῦσα διαδεξαμένη τὸν λόγον περαίνει τὴν ὅλην ποίησιν, ἐρωτωμένη που πάλιν κατά τινα ποσὰ διαστήματα ἢ καὶ ἄλλως ἀφήγησιν ζητουμένη ὑπὸ τοῦ ποιητοῦ καὶ αὖθις λαλοῦσα, ὡς φανήσεται. Ἰστέον δὲ ὅτι, ὥσπερ ἡ Ἰλιὰς ἀπὸ προεκθέσεως ἄρχεται, οὕτω καὶ ἡ Ὀδύσσεια, ὡς δῆλόν ἐστι τοῖς μετιοῦσιν αὐτήν. (v. 1) Ὅτι μῆνις κατὰ τοὺς παλαιοὺς ἡ ἐπιμένουσα ὀργή, ἐκ τοῦ μένειν, οὐ μὴν ἐκ τοῦ μαίνεσθαι· ἀπὸ τούτου γὰρ ἡ μανία γίνεται, οὐκέτι μῆνις αὐτὴ οὖσα οὐδὲ ἄλλο τι εἶδος ὀργῆς, ἀλλὰ φρενῶν ἔκστασις. τινὲς δὲ μῆνίν φασι παρὰ τὸ μὴ ἕν· στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ τῶν παροξυνομένων ἀνθρώπων τέσσαρα ταῦτα λέγονται ὀνόματα παρὰ τῷ ποιητῇ· θυμός, χόλος, μῆνις, κότος. ὧν θυμὸς μὲν καὶ χόλος ταὐτά ἐστιν, ὥσπερ καὶ ἡ κοινότερον μεθ' Ὅμηρον λεγομένη ὀργή· καί εἰσι τὰ τρία ταῦτα, ὁ θυμός, ὁ χόλος καὶ ἡ ὀργή, συνώνυμα κατὰ τοὺς γραμματικούς. κατὰ δὲ ἄλλους πολυώνυμα, καθὰ καὶ τὸ βροτός, μέροψ, ἄνθρωπος καὶ τὸ ξίφος, ἄορ, σπάθη, φάσγανον. παρῆκται δὲ ὁ μὲν θυμὸς παρὰ τὸ θύειν, ὃ δηλοῖ τὸ ὁρμᾶν, καὶ τὸ αἷμα, οἱονεὶ θύαιμός τις ὤν· κίνησις γὰρ αἵματος ἐν καρδίᾳ ἐστὶν ὁ θυμός. ὁ δὲ χόλος παρὰ τὴν χολήν. ἡ δὲ ὀργὴ παρὰ τὸ ὀρέγω. καὶ γὰρ ἀντιλυπήσεώς ἐστιν ὄρεξις ὁ θυμός. καὶ οὕτω μὲν χόλος καὶ ὀργὴ καὶ θυμὸς πολυωνυμοῦσιν ἐν ταὐτότητι σημασίας καί εἰσιν ἔτι ἐν καταρχῇ τινι καὶ κινήσει καὶ πάθους θυμικοῦ ἀρχομένου εἰσὶν ὀνόματα. ὃ δὴ πάθος, εἰ παραμείνῃ, μῆνις λέγεται· ἐγκαθίσαν δὲ τῇ ψυχῇ ἐπὶ πλέον εἰς κότον ἀποκαθίσταται, ὃς οὕτω λέγεται ἀπὸ τοῦ κεῖται ῥήματος. καὶ ἡ μὲν κυριολεξία τῶν ῥηθέντων ὀνομάτων τοιαύτη· παρὰ δὲ τῷ ποιητῇ ποτε καὶ συγχέονται, ὡς τήν τε μῆνιν χόλον λέγεσθαι, οἷον «μὴ ἐμὲ γοῦν τοιοῦτος χόλος λάβοι», ὡς ἐν τῇ πʹ ῥαψῳδίᾳ, καὶ ἀνάπαλιν, οἷον «Ἀτρείδης δ'