Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.121
Not analysed yet
χρήσιμον δὲ ὧδε καὶ τὸ «πολεμίζειν ἠδὲ μάχεσθαι». (v. 176) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἔχθιστος» ἐνταῦθα οὐκ ἔστι κυρίως ὑπερθετικόν, ἀλλὰ ἁπλῶς εἴληπται ἀντὶ τοῦ ἐχθρός, ἵνα μὴ ἀναγκασθείη τις νοῆσαι, ὅτι πάντες μὲν ἐχθροὶ ἦσαν τῷ Ἀγαμέμνονι, ἔχθιστος δὲ ὁ Ἀχιλλεύς. ἄλλως μέντοι εἰπεῖν καὶ ψεύδεται νῦν θυμούμενος ὁ βασιλεύς, ὥσπερ καὶ μετ' ὀλίγα εἰς τὸ αὐτὸς ἐλθεῖν εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως καὶ εἰς τὸ λαβεῖν τὸ τοῦ Αἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως γέρας. οὕτω δέ πως καὶ Ἀχιλλεὺς ἐψεύδετο κολακεύων τὸν λαόν, ἐν οἷς ἔφη ὅτι «ἔδοσαν δέ μοι γέρας οἱ Ἀχαιοί» καὶ «νῦν δὲ ἄπειμι Φθίηνδε». [Ὡς δὲ πολλὰ ὑπερθετικά, ὥσπερ δὴ καὶ συγκριτικά, εἰς ἁπλότητα λαμβάνονται, μυριαχοῦ φανεῖται· ὧν καὶ τὸ «θεῶν ὀλοώτατος» ἀντὶ τοῦ «ὀλοὸς ἐν θεοῖς» καὶ τὸ «σαώτερος ὥς κε νέηαι» ἤγουν «σῷος ὅπως ἀπέλθῃς».] (v. 178) Ὅτι καταβλητικὸν ὀφρύος μεγαλαύχου τὸ «εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν». εἰ γὰρ οὐδὲ ἐπὶ τοῖς ἐφ' ἡμῖν ἀλαζονεύεσθαι χρή, πολλῷ πλέον ἐπὶ τοῖς μὴ ἐφ' ἡμῖν. Τὸ δέ «ἐσσί» ποιητικὸν μέν ἐστι καὶ εἰς λογογραφίαν οὐ χρήσιμον· παράγεται δὲ οὕτως. ἔστι ῥῆμα ἔω δηλοῦν ὕπαρξιν, ἐξ οὗ κατὰ παραγωγὴν τροπῇ τοῦ τέλους εἰς μι γίνεται ἐμί, τὸ ὑπάρχω, ὃ προσλαβὸν τὸ ι γίνεται εἰμί. ἐκ τούτου τοῦ ἐμί τροπῇ τοῦ μι εἰς σ τῷ λόγῳ τῶν εἰς μι ἐνεστώτων γίνεται τὸ δεύτερον ἔς. καὶ ἐπεὶ οὐδέποτε ῥῆμα μονοσύλλαβον συστέλλεται χωρὶς τοῦ θές, δός, ἕς, ἀνάγκη ἐκταθῆναι τὸ ἔς, ὃ δηλοῖ τὸ ὑπάρχεις, καὶ γενέσθαι μακρὸν φύσει ἢ θέσει. ἀλλὰ φύσει μακρὸν οὐκ ἔστι γενέσθαι. ἢ γὰρ τὸ ε εἰς η τραπήσεται [καὶ συνεμπίπτει τῷ] ἦς ἀντὶ τοῦ ἔφης ἢ τὸ ι προσλήψεται καὶ γενήσεται εἶς. ἀλλὰ τοῦτο προκατελήφθη δεύτερον πρόσωπον εἶναι τοῦ εἰμί καὶ τοῦ εἶμι, ὃ δηλοῖ τὸ ἔρχομαι, ὡς τὸ «τίς πόθεν εἶς ἀνδρῶν». ἀνάγκη οὖν, ἐπεὶ οὐ δύναται φύσει ἐκταθῆναι, γενέσθαι κἂν γοῦν θέσει μακρόν. καὶ τοίνυν διπλασιαζομένου τοῦ σ γίνεται ἔσσ. ἐπεὶ δὲ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς δύο σύμφωνα τὰ αὐτὰ καταλήγει διὰ τὸ δυσεκφώνητον, πλεονάζει τὸ ἰῶτα καὶ γίνεται ἐσσί. καὶ οὕτως ἀναπληροῦται τὸ λεῖπον διὰ τῆς τοῦ ι ἐπεκτάσεως. ἔστι δὲ μονῆρες τὸ ῥῆμα. οὐδὲν γὰρ τῶν δευτέρων προσώπων εἰς ι λήγει. διὸ οὐδὲ ἐφελκυστικόν ποτε τοῦ ν γίνεται ὡς τὸ τίθησι καὶ δίδωσι καὶ τὰ ὅμοια. (v. 180) Ὅτι οἱ κατὰ κλῆσιν ἐθνικὴν Μυρμιδόνες κεκλημένοι, οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι, Φθιῶται ἐλέγοντο, περὶ ὧν καὶ ἑξῆς ἐν τῇ Βοιωτίᾳ δηλωθήσεται. κληθῆναι δέ φασι τὴν ἀρχὴν Μυρμιδόνας πρώτους τοὺς περὶ Αἴγιναν—νῆσος δὲ αὕτη πρὸ τῆς Ἀττικῆς—προσαναπλάττοντες μῦθον τοιοῦτον· ὡς ἄρα εἶχε μὲν Αἰακὸς τὴν νῆσον τὴν Αἴγιναν,