Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.122
Not analysed yet
σπάνις δὲ ἦν τῶν ἀρχομένων δι' ὀλιγανθρωπίαν. μικροβασιλείας δὲ οὔσης αὐτῷ τῆς ἀρχῆς δέεται τοῦ πατρὸς Διὸς κἀκεῖνος τοὺς ἐκεῖ μύρμηκας εἰς ἀνθρώπους μεταποιεῖ κἀκεῖθεν εἰς πλῆθος οἱ ἀρχόμενοι ἐπιδεδώκασι τῷ Αἰακῷ καὶ οἱ τοιοῦτοι ἐκ τῆς αὐτῶν πρωτογόνου φύτλης Μυρμιδόνες παρωνομάσθησαν. καὶ τοιαῦτα μὲν οἱ μυθογραφοῦντες, ἐν οἷς καὶ ὁ Λυκόφρων «στρατὸν μύρμων ἑξάπεζον» τοὺς Μυρμιδόνας εἰπών. οἱ δὲ τὸν μῦθον ἱστορικῶς θεραπεύοντες γεωρύχους τοὺς Αἰγινήτας εἶναί φασι κοιλαίνοντας τὴν γῆν δίκην σπηλαίων καὶ ὑπὸ μὲν τὰς καταδύσεις οἰκοῦντας, τὸ δὲ ἀναβαλλόμενον χῶμα εἰς εὔχρηστον καρποῖς γῆν διαπεταννύοντας διὰ τὸ τὴν νῆσον τὰ μὲν ἄνω τραχεῖαν εἶναι, ἀγαθὴν δὲ τὰ ἔνερθεν. διὰ τοῦτο τοίνυν τοὺς ταῦτα ποιοῦντας μύρμηξιν εἰκάζοντες οἱ ἰδόντες διὰ τὸ τῆς διαίτης, ὡς εἰπεῖν, μυρμηκόβιον Μυρμιδόνας ἐπεκάλουν αὐτούς. ἐκεῖθεν δὲ ὕστερον τῷ Αἰακῷ συμμετοικισθέντες τινὲς εἰς Φθίαν συναπήγαγον ἑαυτοῖς καὶ τὴν κλῆσιν καὶ τοὺς μὲν πατριώτας νησιώτας Αἰγινήτας ἀφῆκαν καλεῖσθαι, τοὺς δὲ Φθιώτας ἐξ ἑαυτῶν εἰς Μυρμιδόνας μετέθεντο. καὶ οὕτω μὲν ταῦτα. ἕτεροι δὲ ἀγαθὸν εἶναι τὸν Αἰακὸν ἱστοροῦντες τὰ εἰς τὸ ἄρχειν φασὶν ἀπὸ πολλῆς ὅτι μάλιστα λειπανδρίας τὴν ὑπ' αὐτῷ γῆν εἰς πολυανθρωπίαν ἐπαυξηθῆναι κἀντεῦθεν διαδοθῆναι τὸν μῦθον ὡς ὅτιπερ οἱ κατὰ χώραν μύρμηκες ἄνδρες τῷ Αἰακῷ ἐγένοντο κατ' εὐχήν. εἴωθε δὲ ἡ παροιμία καὶ ἐν ἄλλοις τὸ πολὺ τῆς εὐτυχίας ἀπὸ μυρμήκων λαλεῖν, ὡς καὶ ὅτε μυρμηκιάν φησιν ἀγαθῶν. συντελεῖ δέ τι ἐνταῦθα καὶ Θεόκριτος εἰπών· «μύρμηκες ἀνάριθμοι» ἐπὶ πολυπληθείας λαοῦ. Ὅτι τὸ ἀνάσσειν ὥσπερ καὶ τὸ ἡγεῖσθαι καὶ τὸ ἄρχειν ποτὲ μὲν γενικῇ, ποτὲ δὲ δοτικῇ συντάσσεται, οἷον «Μυρμιδόνεσσιν ἄνασσε» ἀντὶ τοῦ Μυρμιδόνων ἄνασσε. ἐν δὲ τῇ πῖ ῥαψῳδίᾳ «ἄρχε δὲ Μυρμιδόνεσσι» λέγει. οὕτω καὶ Τρώων ἡγεῖταί τις καὶ Τρώεσσιν ἡγεῖται διφορουμένης τῆς τῶν ῥημάτων συντάξεως, ὡς καὶ πρὸ τούτου γέγραπται. (v. 181) Ὅτι κοτέοντα ἐνταῦθα λέγει τὸν νῦν πρώτως θυμοῦσθαι ἀρξάμενον Ἀχιλλέα παραχρώμενος πάντως τῇ λέξει. τὸ γὰρ τοιοῦτον χολοῦσθαι μᾶλλόν ἐστιν. ὁ γὰρ κότος, ὡς προεγράφη, χόλος ἐστὶν ἀποκείμενος. μετ' ὀλίγα μέντοι κυριολεκτῶν «χόλον παύσειε» φησίν. [Ἰστέον δὲ ὅτι τὸ «σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω οὐδ' ὄθομαι κοτέοντος, ἀπειλήσω δέ τοι ὧδε» ἄρχων ἢ ἀρχικὸς ἀνὴρ εἴποι ἂν πρός τινα ταπεινότερον θυμούμενον. ὁ βασιλεὺς δὲ τοῦτό φησι πρὸς Ἀχιλλέα οἱονεὶ λέγων ὡς, εἰ καὶ σὺ ἔφης οὔ τι μετατρέπεσθαί με τῶν Ἀχαιῶν οὐδ' ἀλεγίζειν, ἀλλ' ἐγώ σε περιφρονῶ καὶ εἰς τοσοῦτον, ὥστε καὶ ἀπειλοῦμαι, ὡς ἐμὲ μὲν ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος, ἐγὼ δὲ ἄγω τὸ σὸν γέρας. τοῦτο δὲ οὐκ ἔνδικον. οὐ γὰρ ἐχρῆν τὸν Ἀχιλλέα ῥυσιάζεσθαι διὰ τὸν Φοῖβον. Ἰστέον δὲ ὅτι τὸ μὲν ὄθομαι, ὅ ἐστιν ἐπιστρέφομαι, μετακινοῦμαι, πρωτότυπόν ἐστι τῆς