Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.123
Not analysed yet
τε ὀθόνης καὶ τοῦ ἐννοσιγαίου καὶ τοῦ εἰνοσίχθονος καὶ τοῦ εἰνοσιφύλλου ὄρους. (v. 184) Τὸ δέ «ἐγὼ ἄγω» ἀντὶ τοῦ ἄξω. ἐκ τούτου δὲ καὶ ἀπαγωγὴ ἡ αἰχμαλωσία καὶ ἀγελεία ἡ ἀπάγουσα λαφυραγωγίαν. περὶ δὲ τούτου καὶ τῆς βασιλικῆς ἀδικίας καὶ μετ' ὀλίγα εἰρήσεται.] Ὅτι τὸ Χρυσηΐς, ὥσπερ καὶ τὸ Βρισηΐς πατρωνυμικῶς ἐρρέθησαν ἀπὸ πατέρων τοῦ τε Χρύσου καὶ τοῦ Βρισέως. φησὶ γοῦν προϊών· «κούρη Βρισῆος». φασὶ γὰρ ὅτι ἐν ἀρχαίαις χωρογραφίαις φέρεται, ὡς Χρύσης καὶ Βρίσης ἀδελφοὶ ἦσαν, παῖδες Ἄρδυος, ὁ μὲν οἰκῶν ἐν Πηδάσῳ ἐπὶ τῷ Σατνιόεντι ποταμῷ, ὁ δὲ Χρύσης ἐν τῇ Χρύσῃ διεχούσῃ τῆς Πηδάσου ἡμέρας ὁδόν. ἦν δέ, φασί, τῷ Χρύσῃ μὲν θυγάτηρ Ἀστυνόμη, τῷ Βρίσῃ δὲ Ἱπποδάμεια. τὰ δὲ Ὁμηρικὰ ὀνόματα ταύταις ἀπὸ πατέρων μετὰ τὴν αἰχμαλωσίαν τεθέντα, ὥς τινες καὶ τοῦτο εἶπον. (v. 185) Ὅτι νῦν μὲν ὁ Ἀγαμέμνων αὐτὸς ἐλθεῖν εἰς τὴν τοῦ Ἀχιλλέως κλισίαν ἐπαπειλεῖται, προϊὼν δέ, ἐπείπερ πρὸ μικροῦ ἐρρέθη ὅτι αἱ δεύτεραί πως φροντίδες σοφώτεραι, πτοεῖται τὸ τῆς ἐγχειρήσεως ἐπικίνδυνον καὶ μάλιστα, ἐπεὶ καὶ Ἀχιλλέως ἀκούει δεινὰ ἐπαπειλησαμένου καὶ μεταφράζεται καὶ οὐκέτι αὐτὸς ἔρχεται, ἀλλὰ στέλλει κήρυκας, ὡς ῥηθήσεται. Κλισία δὲ ἡ αὐτοσχέδιος καὶ οὐ πολυτελὴς οἴκησις καὶ καιρική, ἥτις οὔτε θάλαμος οὔτε οἶκος οὔτε δόμος οὔτε μέγαρον οὔτ' ἄν τι τῶν τοιούτων κυρίως ῥηθείη. ταῦτα γὰρ καὶ οἰκοδομητὰ καὶ παραμόνιμα. Σκηνὴ δὲ μάλιστα ἡ τοιαύτη λέγεται οἴκησις, καὶ οὐκ ἔστι καιριωτέραν ἄλλην ἑρμηνείαν εὑρεῖν. ταὐτὸν γὰρ κλισία τε καὶ σκηνή, πλὴν ὅσον ἡ μὲν κλισία μιμεῖταί πως οἰκίαν πύλας τε ἔχουσά τινας καὶ μοχλὸν ἐπὶ ταῖς πύλαις, ὁποία καὶ ἡ τοῦ Ἀχιλλέως κλισία φανήσεται. ἡ δὲ σκηνὴ οὐκ ἀπὸ ξύλου ἐξ ἀνάγκης μόνον, ἀλλὰ καὶ ἀπὸ σινδόνων ἢ πίλων ποτὲ συνίσταται, ὅθεν καὶ οἱ Σκηνῆται τὸ ἔθνος παρονομάζονται. δῆλον δὲ ὅτι ἡ κλισία καὶ κλισιὰς λέγεται. φησὶ γοῦν Ἡρόδοτος ὅτι μεγάλαι κλισιάδες ἀναπέπτανται τῷ Πέρσῃ. ἔοικε δὲ ἡ κλισία ἀπὸ τοῦ κλίσιον οὐδετέρου παρανομάζεσθαι. ἔστι δὲ τὸ κλίσιον, ὡς μὲν ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ βούλεται, δουλικὸν εὐτελὲς οἴκημα· ὡς δὲ τῷ Δίωνι δοκεῖ, τὸ τῶν προβάτων σκεπαστικὸν καὶ φυλακτικὸν οἰκίδιον εὐτελὲς πάντως ὂν καὶ αὐτὸ οὐχ' ἧττον ἢ τὸ παρὰ τῷ ποιητῇ κλίσιον. Ἰστέον δὲ ὅτι φανερῶς ἄδικος εἰς τὸν Ἀχιλλέα, [ὡς καὶ πρὸ ὀλίγου ἐγράφη,] ὁ βασιλεύς. οὐ γὰρ δίκαιον εἰπεῖν, ὅτι ἐμὲ ἀφαιρεῖται Ἀπόλλων τὴν Χρυσηΐδα, ἐγὼ δὲ ἄγω τὸ σὸν γέρας τὴν Βρισηΐδα, τουτέστιν ὡς αἰχμάλωτον ἀπαγάγω κατὰ τὸ «δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας». δῆλον οὖν ὅτι χαρτὰ τῷ μυθικῷ Ἀπόλ-