Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.124
Not analysed yet
λωνι ταῦτα, τῷ τῶν Τρώων ἐπικούρῳ, ἐκπολεμώσαντι ἀλλήλοις τοὺς ἀριστεῖς τῶν Ἀχαιῶν. (v. 185—7) Ὅτι ὁ ἀπειλησάμενός τινι μέγα τι μέγας ὢν καὶ αὐτὸς εὐλόγως ἂν ἐπαγάγοι τὸ «ὄφρ' εὖ εἰδῇς, ὅσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθῆναι ἄντην» τουτέστιν ἄντικρυς ἢ ἀντικρύ. Ἰστέον δὲ ὅτι τὸ στυγεῖν οὐ μόνον ἐπὶ τοῦ μισεῖν τάττεται, ἀλλὰ καὶ ἐπὶ τοῦ φρίσσειν, ὡς καὶ ἐνταῦθα. μετήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς Στυγός, ἣν ὁ μῦθος πηγὴν ἐν Ἅιδου ἀναστομοῖ, περὶ ἧς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται. (v. 187) Τὸ δέ «ἶσον ἐμοὶ φάσθαι» ἀφορμὴ γέγονε τοῖς μετὰ ταῦτα τοῦ συνθεῖναι τὸ τῆς ἰσηγορίας ὄνομα. ἶσον γὰρ φάσθαι καὶ ἶσον ἀγορεῦσαι καὶ ἰσηγορία τῆς αὐτῆς δυνάμεώς εἰσι [ψεκτὰ ὄντα καὶ ἄμφω, εἰ πρὸς βασιλέα γίνονται.] ἐκ δὲ τούτου καὶ ἡ ἀντιλογία συνετέθη ἰσολογία τις οὖσα καὶ αὐτή. Σημείωσαι δὲ ὅτι ταὐτολογεῖ καὶ ἐνταῦθα ὁ ποιητής. τὸ γὰρ ἶσον φάσθαι καὶ τὸ ὁμοιωθῆναι ἄντην τὴν αὐτὴν δηλοῦσί πως ἔννοιαν. τὸ δὲ ἶσον φάσθαι σεμνῶς ῥηθὲν ὅμοιόν ἐστι τῷ ἐναντίον εἰπεῖν, ὡς δηλοῖ τὸ «ὅς τις σέθεν ἀντίον εἴπῃ» τουτέστιν ἀντιφήσει καὶ ἐναντιολογήσει σοι. [Τὸ δὲ ὁμοιωθῆναι ἄντην πρὸς ἀκρίβειαν κεῖται. ὁμοιωθήσεται μὲν γάρ τίς ποτε μεγάλῳ ἄρχοντι, οὐ μὴν οὕτω ἄντην καί, ὡς εἰπεῖν, κατενώπιον, ἰδίᾳ δέ που καὶ κρύφα καθ' ἑαυτὸν γλώσσῃ χαριζόμενος. Τὸ δέ «εἰδῇς» νοεῖται μὲν ἀντὶ τοῦ γνώσῃ, μάθῃς, ἔστι δὲ ἐνεστὼς ἀντὶ μέλλοντος. εἰδῶ γὰρ τὸ θέμα, οὗ ὁ μέλλων εἰδήσω, ὅθεν καὶ εἴδησις ἡ γνῶσις καὶ εἰδηκέναι καὶ εἰδηκώς, ἐξ ὧν κατὰ συγκοπὴν τὸ εἰδέναι καὶ ὁ εἰδώς.] (v. 189) Ὅτι στήθη λάσια τὰ τοῦ Ἀχιλλέως φησὶν ἢ τοιαῦτα, ὡς εἰκός, ὄντα πυκνὰ ταῖς θριξίν, ὁποῖοι πολλοὶ τῶν θερμοτέρων, οἷς ὦπται καὶ ὑπὲρ σπιθαμὴν καθειμένον τοιοῦτον τὸ λάσιον, ἢ τὰ συνετὰ κατὰ μετάληψιν λέξεως. λάσιον μὲν γὰρ τὸ πυκινὸν ἤτοι πυκνόν. πυκινὸν δὲ καὶ πυκνὸν τὸ φρόνιμον ἐν πολλοῖς, ὥστε εἴη ἂν στῆθος λάσιον, ὅθεν τὸ ἦτορ ἀναδίδωσι βουλεύματα λάσια ἤτοι πυκινὰ καὶ τὸ τοῦ Αἰσχύλου εἰπεῖν· «ἐξ οὗ τὰ κεδνὰ βλαστάνει βουλεύματα». διὸ καὶ ἐν τοῖς ἑξῆς «Πατροκλῆος» ἐρεῖ καὶ «Πυλαιμένεος δὲ λάσιον κῆρ» κατὰ τοιοῦτον σημαινόμενον. οὐ γὰρ δή που τετρίχωται τὸ κῆρ ἐξ ἀνάγκης, εἰ καί τινες καρδίαι ἐξ ἀνατομῆς τοιαῦται ἐφάνησαν κατὰ τὴν παλαιὰν ἱστορίαν, ὡς καὶ ἡ τοῦ Λυσάνδρου καὶ ἡ τοῦ κυνὸς τοῦ Ἀλεξάνδρου. εἶναι δὲ τὰ τῶν πανούργων καὶ συνετῶν στήθη λάσια δηλοῦσιν οἱ Φυσιογνώμονες. λάσιον δέ