Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.14
Not analysed yet
ἑτέρωθεν ἐμήνιεν» ἀντὶ τοῦ ἐχολοῦτο, ἀδιαφορεῖν δέ ποτε καὶ τὸν χόλον καὶ τὸν κότον, ὡς δηλοῖ τὸ «οὐδ' ὄθομαι κοτέοντος» ἤγουν χολουμένου, καὶ ἁπλῶς ἀντὶ ἀλλήλων κεῖσθαι, ὡς εἴπερ ἅπαντα ἓν ἦσαν. Ἰστέον δὲ ὅτι τινὲς οὐχ', ὡς εἴρηται, ταὐτίζουσι θυμὸν καὶ ὀργήν, ἀλλὰ διαφορὰς αὐτῶν οἴδασι καὶ ἑτέρας μὲν καὶ ταύτην δέ, ὡς ὁ μὲν θυμὸς ὀξεῖαν τοῦ πάθους ἔχει κίνησιν, λεγόμενος, φασίν, οὕτω διὰ τὸ ἐξ ἀναθυμιάσεως χυμῶν γίνεσθαι· ἡ δὲ ὀργὴ μονιμωτέραν καὶ παρατεταμένην, φασίν, ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ὅτι τὸ μῆνιν Ἀττικόν ἐστι καὶ Ἰωνικόν· μήνιδα δὲ τὸ κοινὸν οὐκ οἶμαι εἴ τις ἐν χρήσει εὑρήσει, ὥσπερ ἐν τῇ γʹ ῥαψῳδίᾳ τὸ ἔριδα. δῆλον δὲ ὅτι ἐν πολλοῖς ἐπικοινωνοῦσιν αἱ δύο αὗται διάλεκτοι διὰ τὸ καὶ ἀποίκους Ἀθηναίων εἶναι τοὺς Ἴωνας, Ἰώνων καλουμένων ποτὲ καὶ αὐτῶν ἀπὸ ἄρχοντος Ἴωνος. ὅμοιον δέ τι καὶ περὶ τῆς Αἰολίδος καὶ Δωρίδος διαλέκτου λέγεται, ὡς καὶ αὐτῶν ὁμοιότητά τινα ἐχουσῶν. Δωριεὺς δὲ τὴν παρὰ Ἀττικοῖς μῆνιν μᾶνιν εἴποι ἄν. κανὼν δὲ τοῦ βραχυκαταληκτεῖν τὴν μῆνιν κατὰ Ἡρωδιανὸν τοιοῦτος· τὰ εἰς ν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστίν· οἷον, Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν. διό, φησί, τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κναμὶν καὶ σφραγὶν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. Ὅτι τὸ ἀείδειν, ὃ πρωτότυπόν ἐστι καὶ ἐντελέστερον τοῦ ᾄδειν, κυρίως ἐπὶ ποιημάτων διὰ τὸ ἐμμελὲς τῆς ποιήσεως. καὶ οὐκ ἔστι καιριωτέραν τούτου λέξιν ἐνταῦθα εἰπεῖν, οὔτε τὸ φάσθαι οὔτε τὸ μυθεῖσθαι οὔτε ἄλλο τι τοιοῦτον, ὁποῖον καὶ τὸ λέγειν· ὅπου γε καὶ ἡ ἁρμονικὴ σοφία διαφορὰν οἶδε τοῦ ᾄδειν καὶ τοῦ λέγειν, τὸ μὲν ᾄδειν ἀπονέμουσα τῇ ἐμμελείᾳ, τὸ δὲ λέγειν τῷ ἀμελεῖ λόγῳ διδοῦσα. ἀείδεσθαι γοῦν φαμεν τὰ ποιήματα, ἀείδειν δέ ἐστι τὸ ἐμμελῶς λέγειν, καὶ ᾠδὴ ὁ μεμελισμένος λόγος, ὃς καὶ ἔξαρμα ἔχει ἤγουν ὕψος, ὄγκον, μέγεθος, καί πως διὰ τὸ ὑπερηρμένον ἔποχος ὁ τοιοῦτος λόγος εἶναι δοκεῖ. διόπερ ὁ μὴ τοιοῦτος πεζὸς λέγεται διὰ τὸ ταπεινὸν καὶ τὸ ὡς ἀπὸ ὕψους τινὸς καὶ ὀχήματος καταβῆναι εἰς τοὔδαφος. οἱ γὰρ περὶ Φερεκύδην καὶ Ἑκαταῖον λύσαντες μὲν τὸ μέτρον, ἄλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέγραψαν. εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων εἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἀπὸ ὕψους τινός. ταῦτα ὁ Γεωγράφος. ἔοικε δὲ καὶ Ἡρόδοτος τῷ Φερεκύδῃ καὶ Ἑκαταίῳ εἶναι ὅμοιος τοῖς καταβαλοῦσι τὸ τῆς ποιήσεως εὐδόκιμον, ὅπερ εἶχεν ὅτε πρῶτον εἰς μέσον παρῆλθε. δοκεῖ