Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.136
Not analysed yet
εὐφυῶς, ὡς γεγόνασιν αὐτῷ οἱ λόγοι πτερόεντες ὡς οἷα πτερυξάμενοι ἐξ αὐτοῦ. (v. 202) Ὅτι σύνηθες Ὁμήρῳ συγκόπτειν τὸ ποτέ, οἷον «τίπτε» ἀντὶ τοῦ διὰ τί ποτε. ἔστι δ' οὗ καὶ τοῦ ε ἐκθλιβέντος ἐν τῷ ἐπάγεσθαι φωνῆεν δασυνόμενον τρέπει τὰ ψιλὰ εἰς δασέα, οἷον «τίφθ' οὕτως ἔστητε;»] Ὅτι αἰγίοχος Ζεὺς κατὰ μὲν μῦθον ὁ μετὰ γέννησιν τὴν ἐν Κρήτῃ ὑπὸ αἰγὸς εὑρηκὼς τὴν ὀχὴν δηλαδὴ τὴν τροφήν, ὁπηνίκα τὸν παιδοβρῶτα πατέρα Κρόνον ἐκρύπτετο, ἧς αἰγὸς τὸ κέρας τῇ Ἀμαλθείᾳ δοθῆναι λέγεται, ὡς ἐν τοῖς εἰς τὸν Περιηγητὴν γέγραπται· ἢ καὶ ἄλλως αἰγίοχος Ζεὺς ὁ ἔχων τὴν αἰγίδα τουτέστι τὸ δέρμα τῆς ῥηθείσης αἰγός, ἣν ἐθήλασεν. ἔφερε γάρ, φασίν, αὐτὴν ἐναπτόμενος εἰς μνήμην. καὶ ἔστιν αἰγίοχος, ὡς ἄν τις εἴπῃ, αἰγίδοχος ἐκπεσόντος τοῦ δ διὰ ὄγκον χασμώδη σεμνότητι πρέποντα. ἡ δὲ ἀλληγορία Δία μὲν τὸν ἀέρα νοεῖ, αἰγίδα δὲ τὰ περὶ αὐτὸν δείματα, δι' ὧν ἐπαιγίζων τοὺς κάτω ἐκδειματοῖ. καὶ ῥηθήσεται περὶ τούτου κάλλιον ἔνθα τῆς αἰγίδος Ὅμηρος μνήμην ποιήσεται. (v. 203) [Ὅτι τὸ ἴδω ἴδῃς ἴδῃ παθητικῶς λέγει ὁ ποιητής· ἴδωμαι γάρ φησιν ἀντὶ τοῦ θεάσωμαι καὶ ἴδηαι καὶ κατὰ κρᾶσιν ἴδῃ, ὅ ἐστι θεάσῃ, οἷον· «ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος;» εὑρίσκεται δὲ καὶ τὸ τρίτον τούτων ἴδηται. τούτοις δὲ ἀκόλουθα παρ' Ἀττικοῖς καὶ τὸ ὑπιδόμενος καὶ ἰδέσθαι καὶ τὰ τοιαῦτα.] (v. 204) Ὅτι ὁ μὲν ἀμφιβάλλων περὶ πράγματος καλῶς ἂν εἴποι τὸ «ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελέσθαι ὀΐω». ὁ μέντοι εὖ εἰδὼς ἐρεῖ ἄν· «ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται». (v. 205) Ὅτι ὥσπερ ἀγήνωρ ἔστιν οὗ κατὰ ψόγον ὁ ἄγαν τῇ ἠνορέῃ χρώμενος, οὕτω καὶ ὑπέροπλος ὁ διὰ θρασύτητα ὑπὲρ τὸ δέον ὅπλοις χρώμενος καὶ ὑπεροπλία ἡ τοιαύτη κακία· οἷον «ᾗς», ὅ ἐστιν ἰδίαις, «ὑπεροπλίαις τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ». Σημείωσαι δὲ ὅτι ὁπλότατον μὲν καὶ ὁπλότερον ὁ ποιητὴς λέγει τὸν νέον καὶ ὅπλα αἴρειν δυνάμενον οὐκ ἐπὶ ψόγῳ τὴν λέξιν τιθείς· τὸ δὲ ὑπέροπλος καὶ τὰ ἐξ αὐτοῦ ἐπὶ σκώμματι λαμβάνεται. Τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως ἐκ τοῦ ταχέα κατὰ συγκοπὴν ὡς τὸ σαφέα σάφα, λιγέα λίγα, ὠκέα ὦκα. βούλονται γὰρ οἱ παλαιοὶ τὸ τάχα μὴ εἶναι διστακτικόν ποτε παρὰ τῷ ποιητῇ. Στοχαστικῶς δὲ εἴρηται τῷ Ἀχιλλεῖ ὁ τοῦ βασιλέως ὄλεθρος μονονουχὶ λέγοντι, ὅτι ὁ οὕτω θρασὺς καὶ οἰόμενος κρείσσων εἶναι τῶν, οἷς θυμοῦται, ταχὺ ἄν ποτε