Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.137
Not analysed yet
ὀλεῖται περιτυχὼν ἑτέρῳ μὴ ὑπενδιδόντι κατ' ἐμέ. (v. 206) Ὅτι γλαυκῶπις Ἀθηνᾶ οὐ μόνον γραφικῶς ὡς ἁπλῶς γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμούς, ἀλλὰ καί, ὡς ἂν εἴποι τις, δεινὴ τὴν ὄψιν καὶ ἐκπληκτικὴ κατὰ τὰ γλαυκωπὰ τῶν θηρίων. γλαυκοὶ γὰρ καὶ οἱ λέοντες οἱ βασιλικοὶ καὶ ἰδεῖν δεινοί. καὶ δράκοντας δέ τις τῶν ποιητῶν γλαυκῶπας καλεῖ. γλαυκῶπις οὖν καὶ ἡ φοβερὰ κατὰ τὸ πρὸ μικροῦ ῥηθὲν τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». τάχα δὲ καὶ ἄλλως ὁ μῦθος ἐπίτηδες τὸ γλαυκὸν τοῖς τῆς Ἀθηνᾶς ἀφώρισεν ὀφθαλμοῖς διὰ τὸ πρὸς αὐτὴν συγγενὲς τῆς λέξεως καὶ τὴν ἐξ ἀναπτύξεως ἐτυμολογικῆς ταὐτότητα. Ἀθήνη τε γὰρ ἀλληγορικῶς ἀπὸ τοῦ ἀθρεῖν εἰρῆσθαι δοκεῖ ὡς προαθροῦσα τὰ οἷον ἐν σκότει καὶ μέλλοντα. καὶ τὸ γλαυκὸν δὲ ἀπὸ τοῦ γλαύσσω παρῆκται, τὸ θεωρῶ, καὶ δηλοῖ τὸ ὑπόλευκον καὶ εὐόρατον. εἰ τοίνυν ταὐτὰ τὸ γλαύσσειν καὶ τὸ ἀθρεῖν, ἔχει πως συγγενῶς κατ' αὐτὰ καὶ τὰ ἐξ αὐτῶν παραγόμενα. διὸ τὸ γλαυκωπὸν ᾠκείωται τῇ Ἀθηνᾷ ὡς ἀθρητικῇ βλεπτικόν. διὰ τοῦτο δὲ καὶ ἡ γλαὺξ οἰκεία τῇ Ἀθηνᾷ οὐ μόνον ὡς νυκτὸς ὁρῶσα, ὥσπερ καὶ ἡ σύνεσις κατὰ τὸν εἰπόντα «ὀρθῇ κελεύθῳ ἐν ταῖς βουλαῖς τὰ ἐν σκότει ποδηγετεῖ», ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ γλαύσσω παραγωγήν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἀθρῶ. οὕτω καὶ ἄλλα τῶν ὀρνέων ᾠκείωνται ἄλλοις θεοῖς διὰ τὴν πρὸς ἐκείνους συγγένειαν ἢ κατὰ τὸν τῆς κλήσεως τύπον ἢ κατὰ ἐνεργείας ταὐτότητα, οἷον ἡ νῆσσα τῷ Ποσειδῶνι· ὑγρὰ μὲν γὰρ οὐσία ὁ Ποσειδῶν καὶ ἡ νῆσσα δὲ παρὰ τὸ νῶ νήσω τὸ κολυμβῶ ἠτυμολόγηται, ἐξ οὗ καὶ τὸ νήχω καὶ ἡ ναῦς καὶ ὁ Νηρεύς· ἱέραξ δὲ ἱέρωται Ἡλίῳ Ἀπόλλωνι διά τε τὸ ὀξὺ τῆς κινήσεως· ὠκυπέτης γὰρ ὁ ἱέραξ καὶ ὁ ἥλιος δὲ ὀξυκίνητος· καὶ διὰ τὴν ἐξ ἐτυμολογίας συγγένειαν. καὶ γὰρ ἵεται ῥᾷον ὁ ἥλιος. ἐντεῦθεν δὲ καὶ ὁ ἱέραξ ὠνόμασται. ὅθεν καὶ Ἰαπετὸς παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι ἡ οὐρανία σφαῖρα λέγεται. οὕτω καὶ ἡ φαληρὶς τῇ Ἀφροδίτῃ συνῳκείωται οὐ μόνον κωμικώτερον διὰ τοὺς ἰθυφάλλους καὶ τοὺς φαλλοὺς [καί, ὡς γοργότερον ἔφη τις, διὰ συνέμφασιν τοῦ φαλλοῦ,] ἀλλὰ καὶ διὰ λευκότητα τὴν ἐν σπέρματι ζωϊκῷ, οὗπερ ὁμοιότης ἔγκειται τῷ τῆς φαληρίδος ὀνόματι. φάλιον γὰρ τὸ λευκόν, ἐξ οὗ καὶ τὰ φάλαρα. καὶ κύκνος δὲ τῷ Ἀπόλλωνι οὐ μόνον διὰ τὸ ᾠδικὸν καὶ μαντικὸν ἀφιέρωται, ἀλλὰ καὶ διὰ τὸ λευκόν, ὅπερ ἐκ τοῦ λεύσσειν ἤτοι βλέπειν παράγεται, οὗπερ